Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.29.1-19.29.7

アンティゴノス軍の布陣と斜線陣による進軍

106 / 301 箇所 · ギリシア語

要旨

アンティゴノスは敵の右翼に対抗するため、左翼に機動性の高い軽装騎兵を配置し、右翼に精鋭部隊を集める。そして、強固な右翼を前進させ、左翼を後退させる斜線陣を形成して進軍する。

§19.29.1Ἀντίγονος δʼ ἐκ μετεώρων τόπων κατιδὼν τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην ἁρμοζόντως διεκόσμησε τὴν ἰδίαν δύναμιν.
アンティゴノスは高地から敵の陣形を見下ろし、これに適合するように自身の軍力を配置した。
ὁρῶν γὰρ τὸ τῶν ἐναντίων δεξιὸν κέρας ὠχυρωμένον τοῖς τε θηρίοις καὶ τοῖς κρατίστοις τῶν ἱππέων ἀντέταξε τοὺς ἐλαφροτάτους τῶν ἱππέων, οἳ κατὰ στόμα μὲν ἤμελλον φυγομαχήσειν ἀραιοὶ διαστάντες, ἐκ μεταβολῆς δὲ διαγωνιεῖσθαι καὶ τούτῳ τῷ τρόπῳ ποιήσειν ἄπρακτον τῶν ἐναντίων τοῦτο τὸ μέρος ᾧ μάλιστα ἐπίστευον.
敵の右翼が象たちと最も強力な騎兵によって強化されているのを見て、彼は最も軽装の騎兵をそれに対置させた。 彼らは、正面においては間隔を広げて退却戦を行うが、反転しては戦い、この方法によって、敵が最も信頼していたこの部分を無力化するつもりであった。
§19.29.2ἔστησε δʼ ἐπὶ ταύτης τῆς φάλαγγος τούς τε ἐκ Μηδίας καὶ Παρθυαίας ἀφιπποτοξότας καὶ λογχοφόρους, ὄντας μὲν χιλίους, πεφυκότας δʼ εὖ πρὸς τὴν ἐκ μεταβολῆς κρίσιν, ἑξῆς δὲ τοὺς ἀπὸ θαλάσσης συναναβεβηκότας Ταραντίνους δισχιλίους καὶ διακοσίους, ἐπιλέκτους ἐν ἐνέδραις καὶ καλῶς διακειμένους ταῖς εὐνοίαις πρὸς αὐτόν, τοὺς δʼ ἀπὸ Φρυγίας καὶ Λυδίας χιλίους, τοὺς δὲ μετὰ Πίθωνος χιλίους πεντακοσίους καὶ τοὺς μετὰ Λυσανίου ξυστοφόρους τετρακοσίους, ἐπὶ πᾶσι δὲ τούς τε ἀμφίππους ὀνομαζομένους καὶ τοὺς ἐκ τῶν ἄνω κατοικούντων Θρᾳκῶν ὀκτακοσίους.
彼はこの隊列に、メディアおよびパルティアからの乗馬弓兵と槍投げ兵を立たせた。 彼らは千人であり、反転しての戦いに適した性質を持っていた。 その次には、海から共に上ってきたタラス人二千二百人を配した。 彼らは伏兵として選抜された者たちであり、彼に対する忠誠心が篤かった。 さらにフリュギアおよびリュディアからの千人、ペイトン率いる千五百人、リュサニアス率いる槍騎兵四百人を配し、最後に、いわゆるアンフィッポイと、上方の地域に住むトラキア人八百人を置いた。
§19.29.3καὶ τὸ μὲν εὐώνυμον κέρας ὑπὸ τούτων ἐπληροῦτο τῶν ἱππέων, ὧν ἁπάντων Πίθων εἶχε τὴν ἡγεμονίαν·
そして左翼はこれらの騎兵によって満たされ、その全員の指揮権をペイトンが持っていた。
τῶν δὲ πεζῶν πρῶτοι μὲν ἐτάχθησαν οἱ ξένοι, πλείους ὄντες τῶν ἐννακισχιλίων, μετὰ δὲ τούτους Λύκιοι καὶ Παμφύλιοι τρισχίλιοι, παντοδαποὶ δʼ εἰς τὰ Μακεδονικὰ καθωπλισμένοι πλείους τῶν ὀκτακισχιλίων, ἐπὶ πᾶσι δὲ Μακεδόνες οὐ πολὺ ἐλάττους τῶν ὀκτακισχιλίων, οὓς ἔδωκεν Ἀντίπατρος καθʼ ὃν καιρὸν ἐπιμελητὴς ἀπεδείχθη τῆς βασιλείας.
歩兵については、最初に傭兵たちが配置されたが、彼らは九千人以上であった。 これらに続いて、リュキア人とパンフリア人の三千人、マケドニア式に武装した様々な地方の者たちが八千人以上、そして最後に、アンティパトロスが王国の後見人に任命された時に与えたマケドニア人が、八千人に少し満たない数で置かれた。
§19.29.4τῶν δʼ ἱππέων πρῶτοι μὲν ἦσαν ἐπὶ τοῦ δεξιοῦ κέρατος συνάπτοντες τῇ φάλαγγι μισθοφόροι παντοδαποὶ πεντακόσιοι, ἑξῆς δὲ Θρᾷκες χίλιοι, παρὰ δὲ τῶν συμμάχων πεντακόσιοι, ἐχόμενοι δὲ τούτων οἱ προσαγορευθέντες ἑταῖροι χίλιοι, Δημήτριον ἔχοντες ἡγεμόνα τὸν Ἀντιγόνου, τότε πρώτως μέλλοντα συναγωνίζεσθαι τῷ πατρί.
騎兵については、右翼においてファランクスに接して最初にいたのは、様々な地方の傭兵五百騎、その次はトラキア人の千騎、同盟軍からの五百騎、これらに隣接して「ヘタイロイ」と呼ばれる千騎であり、アンティゴノスの子デメトリオスがその指揮官であった。 彼はこの時、初めて父と共に戦おうとしていた。
§19.29.5ἐπʼ ἄκρου δὲ τοῦ κέρατος ἦν τὸ ἄγημα τῶν ἱππέων τριακοσίων, μεθʼ ὧν καὶ αὐτὸς ἐκινδύνευε·
翼の端には、三百騎の騎兵からなる親衛隊があり、彼自身もその中にいて危険を共にした。
πρόταγμα δὲ τούτων ἐκ τῶν ἰδίων παίδων εἶλαι τρεῖς ὑπῆρχον καὶ ταύταις ἴσαι παράλληλοι, συναγωνιζομένων αὐτοῖς Ταραντίνων ἑκατόν.
これらの前方には、自身の子弟からなる三つの騎兵隊があり、これらと同等で並行する隊が置かれ、彼らと共に百人のタラス人が戦った。
§19.29.6παρὰ δὲ τὸ κέρας πᾶν ἐξέταξε τοὺς κρατίστους τῶν ἐλεφάντων τριάκοντα, ποιήσας ἐπικάμπιον, καὶ τὰ διαστήματα τούτων συνεπλήρωσε τοῖς ψιλοῖς τάγμασιν ἐπιλέκτοις·
翼全体に沿って、彼は最も強力な象三十頭を、屈折した陣形を作って配置し、それらの隙間を選りすぐりの軽装部隊で埋めた。
τῶν δʼ ἄλλων θηρίων τὰ πλείω μὲν τῆς φάλαγγος προέστησεν, ὀλίγα δὲ μετὰ τῶν ἱππέων τῶν ἐν τοῖς εὐωνύμοις μέρεσι.
他の象については、大部分をファランクスの前方に立たせ、少数を左翼側の騎兵の中に配した。
§19.29.7τοῦτον δὲ τὸν τρόπον ἐκτάξας τὸ στρατόπεδον κατέβαινεν ἐπὶ τοὺς πολεμίους, λοξὴν ποιήσας τὴν τάξιν·
このように軍隊を整列させ、彼は斜線陣を形成して敵に向かって進軍した。
τὸ μὲν γὰρ δεξιὸν κέρας, ᾧ μάλιστα ἐπίστευεν, προεβάλετο, τὸ δʼ ἕτερον ὑπεστείλατο, διεγνωκὼς ᾧ μὲν φυγομαχεῖν, ᾧ δὲ διαγωνίζεσθαι.
彼が最も信頼していた右翼を前進させ、もう一方の翼は後退させた。 これは、一方では戦闘を避けつつ、他方では決戦を行うという計画に基づいていた。

語釈・文法注

  1. 19.29.1ᾧ μάλιστα ἐπίστευον — 関係代名詞 ᾧ の先行詞は τοῦτο τὸ μέρος(この部分[=右翼])であり、動詞 ἐπίστευον(彼らは信頼していた)の三人称複数は、主語が明示されていないが、敵軍の兵士たち、あるいは敵の指導者たちを指している。
  2. 19.29.2ἐπὶ ταύτης τῆς φάλαγγος — 通常 φάλαγξ は歩兵の「ファランクス」を指すが、ここでは文脈上、左翼の「騎兵の戦列(または部隊)」を指している。写本によっては τάξεως(隊列)などの異読もあるが、本訳では伝承されたテキストの通り「ファランクス(または隊列)」として訳出している。
  3. 19.29.5καὶ ταύταις ἴσαι παράλληλοι — ἴσαι παράλληλοι(同等で並行する部隊)は主格・女性複数であり、主語である εῖλαι(騎兵隊)に一致する。指示代名詞 ταύταις(与格・女性複数)は、先行する εῖλαι τρεῖς(3つの騎兵隊)を指しており、「それらの(3つの)騎兵隊と同数で並行する(別の3つの騎兵隊)」を意味する。
  4. 19.29.7ᾧ μὲν φυγομαχεῖν, ᾧ δὲ διαγωνίζεσθαι — 関係代名詞の与格 ᾧ は、前文の τὸ μὲν δεξιὸν κέρας(右翼)および τὸ δʼ ἕτερον(もう一方の[左]翼)をそれぞれ指す。与格は「〜を用いて(手段)」または「〜に関して(基準)」を意味し、目的語または副詞的に不定詞(φυγομαχεῖν, διαγωνίζεσθαι)に係る。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.29.1-19.29.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.29.1-19.29.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。