Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.28.1-19.28.4

部署银盾兵与右翼以完成全军布阵

第 105 段,共 301 段 · 希腊语

内容简介

欧墨尼斯完成了全军的布阵:在方阵右侧部署了银盾兵和持盾卫队,并在其前方部署战象;在右翼则部署了包括“伙友”在内的各类骑兵及护卫队,并配备了更多战象。

§19.28.1μετὰ δὲ τούτους ἐτάχθησαν οἱ Μακεδόνες ἀργυράσπιδες, ὄντες μὲν πλείους τρισχιλίων, ἀνίκητοι δὲ καὶ διὰ τὰς ἀρετὰς πολὺν φόβον παρεχόμενοι τοῖς πολεμίοις.
紧随其后部署的是马其顿的银盾兵,他们有三千多人,战无不胜,因其勇武而给敌人带来巨大的恐惧。
ἐπὶ πᾶσι δὲ τοὺς ἐκ τῶν ὑπασπιστῶν, ὄντας πλείους τρισχιλίων, ἀφηγουμένου τούτων τε ἅμα καὶ τῶν ἀργυρασπίδων Ἀντιγένους καὶ Τευτάμου.
而在最末端,则是三千多名来自持盾卫队的士兵,他们以及银盾兵均由安提贞纳斯和特乌塔摩斯共同指挥。
§19.28.2πρὸ δὲ πάσης τῆς φάλαγγος ἔστησεν ἐλέφαντας τεσσαράκοντα καὶ τὰ τούτων διαστήματα τοῖς ψιλικοῖς τάγμασιν ἀνεπλήρωσεν.
在整个方阵之前,他部署了四十头战象,并用轻装步兵部队填补了战象之间的空隙。
§19.28.3ἐπὶ δὲ τοῦ δεξιοῦ κέρατος ἐξέταξε τοὺς ἱππεῖς, ἐχομένους μὲν τῆς φάλαγγος τοὺς ἐκ Καρμανίας ὀκτακοσίους, ὧν Τληπόλεμος σατράπης ἡγεῖτο, ἑξῆς δὲ τοὺς καλουμένους ἑταίρους ἐννακοσίους καὶ τὸ Πευκέστου καὶ Ἀντιγένους ἄγημα, τριακοσίους ἔχον ἱππεῖς μιᾷ περιειλημμένους εἴλῃ, ἐπʼ ἄκρου δὲ τοῦ κέρατος τὸ Εὐμενοῦς ἄγημα, τοὺς ἴσους ἔχον ἱππεῖς, καὶ τούτων πρόταγμα τῶν Εὐμενοῦς παίδων εἴλας δύο, συνεστηκυίας ἑκατέρας ἐξ ἱππέων πεντήκοντα, καὶ πλαγίας φυλαττούσας ἔξω τοῦ κέρατος εἴλας τέσσαρας, ἐν αἷς ἦσαν ἱππεῖς ἐπίλεκτοι διακόσιοι.
在右翼,他部署了骑兵:紧挨着方阵的是来自卡尔马尼亚的八百骑,由总督特勒波勒摩斯率领;接下来是被称为“伙友”的九百骑,以及佩乌克斯塔斯和安提贞纳斯的近卫骑兵队,由合为一个中队的三百名骑兵组成;在右翼的最外侧是欧墨尼斯的近卫骑兵队,拥有相同数量的骑兵;在这支队伍前面作为前卫的是欧墨尼斯近身侍从的两队骑兵,每队由五十名骑兵组成;还有在右翼外侧保护侧翼的四队骑兵,其中有二百名精选的骑兵。
§19.28.4χωρὶς δὲ τούτων ἀπὸ πασῶν τῶν ἱππαρχιῶν ἐπιλελεγμένους τοῖς τάχεσι καὶ ταῖς ῥώμαις ἱππεῖς τριακοσίους ἔστησε κατόπιν τοῦ περὶ αὐτὸν ἀγήματος.
除此之外,他还从所有骑兵队中选拔了在速度和力量上最优秀的三百名骑兵,部署在他自己身边的近卫队后方。
παρὰ δὲ τὴν ὅλην τοῦ κέρατος τάξιν προέταξεν ἐλέφαντας τεσσαράκοντα.
在整个翼侧阵线的前方,他部署了四十头战象。
ἡ δὲ πᾶσα δύναμις ἦν τῶν περὶ τὸν Εὐμενῆ πεζοὶ μὲν τρισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι ἑκατόν, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
欧墨尼斯部下的总兵力为步兵三万五千人、骑兵六千一百人、战象一百一十四头。

词汇与语法注释

  1. 19.28.1τοὺς ἐκ τῶν ὑπασπιστῶν — 此处存在破格(anacoluthon)现象。在前句使用被动动词 `ἐτάχθησαν`(其主语为主格 `οἱ Μακεδόνες ἀργυράσπιδες`)之后,此处却出现了宾格短语 `τοὺς ἐκ τῶν ὑπασπιστῶν...`。在翻译中,我们理解为其省略了表示“他部署”的能动动词(如 `ἔστησεν` 或 `ἔταξεν`)。
  2. 19.28.1ἀφηγουμένου ... Ἀντιγένους καὶ Τευτάμου — 在此属格独立结构中,尽管意义上的主语有两个(`Ἀντιγένους καὶ Τευτάμου`),但分词 `ἀφηγουμένου` 却使用了单数形式。这要么是因为它在语法上与较近的主语(`Ἀντιγένους`)保持一致,要么是将共同指挥视为一个整体单位。
  3. 19.28.3τῶν Εὐμενοῦς παίδων — 这里的 `παῖς`(通常指“孩子”或“少年”)并不是指欧墨尼斯亲生的孩子,而是指类似于马其顿宫廷中“近身侍从(pages)”的年轻侍卫,他们作为私人护卫服役。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.28.1-19.28.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.28.1-19.28.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。