Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.27.1-19.27.6

双方兵力与欧墨尼斯军队的阵型部署

第 104 段,共 301 段 · 希腊语

内容简介

在透露了安提柯军队的总兵力之后,本文详细描述了欧墨尼斯军队从左翼到方阵的具体部署和兵力。

§19.27.1εἶχε δὲ τοὺς σύμπαντας σὺν τοῖς διὰ Πίθωνος καὶ Σελεύκου προσγεγενημένοις πεζοὺς μὲν πλείους τῶν δισμυρίων ὀκτακισχιλίων, ἱππεῖς δʼ ὀκτακισχιλίους πεντακοσίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε.
他总共拥有二万八千多名步兵、八千五百名骑兵和六十五头战象,其中包括通过皮通和塞琉古加入的兵力。
Διηλλαγμέναις δʼ ἐχρήσαντο ταῖς τάξεσιν οἱ στρατηγοί, διαμιλλώμενοι καὶ περὶ τῆς ἐν τούτοις ἐμπειρίας πρὸς ἀλλήλους.
将军们采用了不同的阵形,在这些方面的经验上也互相比拼。
§19.27.2Εὐμενὴς μὲν γὰρ ἐπὶ τοῦ λαιοῦ κέρατος ἔταξεν Εὔδημον τὸν καταγαγόντα τοὺς ἐλέφαντας ἐξ Ἰνδῶν, ἔχοντα τὸ περὶ αὐτὸν ἄγημα τῶν ἱππέων, ὄντων ἑκατὸν πεντήκοντα, πρόταγμα δὲ τούτων εἴλας δύο ξυστοφόρων ἐπιλέκτων, βάθος ἐχούσας ἱππέων πεντήκοντα.
因为欧墨尼斯在左翼部署了从印度带回战象的欧德摩斯,欧德摩斯身边有他自己的骑兵卫队一百五十骑;在他们前面部署了两队精选的枪骑兵作为前卫,纵深达五十名骑兵。
§19.27.3καὶ συνῆψε μὲν τούτους τοῖς ὑπερδεξίοις τῆς ὑπωρίας, ἑξῆς δὲ τούτοις Στάσανδρον τὸν στρατηγὸν ἔταξεν ἔχοντα τοὺς ἰδίους ἱππεῖς ἐννακοσίους πεντήκοντα.
他将这些兵力与山麓的高地相接,并在他们旁边部署了将军斯塔桑德,他率领着自己九百五十名骑兵。
§19.27.4μετὰ δὲ τούτους ἔστησεν Ἀμφίμαχον τὸν Μεσοποταμίας σατράπην, ᾧ συνηκολούθουν ἱππεῖς ἑξακόσιοι, συνάπτοντας δὲ τούτοις τοὺς ἐξ Ἀραχωτῶν ἱππεῖς ἑξακοσίους, ὧν ἡγεῖτο πρότερον μὲν Σιβύρτιος, διὰ δὲ τὴν ἐκείνου φυγὴν μετειλήφει τὴν ἡγεμονίαν Κεφάλων.
在他们之后,他部署了美索不达米亚的萨特拉普安菲马科斯,有六百名骑兵跟随他;紧挨着他们的是来自阿拉霍西亚的六百名骑兵,他们先前由西比尔提乌斯率领,但由于其逃亡,凯法隆接管了指挥权。
§19.27.5ἑξῆς δʼ ἦσαν πεντακόσιοι μὲν ἐκ Παροπανισαδῶν, οἱ δὲ τούτοις ἴσοι Θρᾷκες ἐκ τῶν ἄνω κατοικιῶν.
接下来是来自帕罗帕尼萨达伊的五百人,以及与之同数的、来自上方定居点的色雷斯人。
πρὸ δὲ τούτων ἁπάντων ἔταξεν ἐλέφαντας μὲν ἐν ἐπικαμπίῳ τεσσαράκοντα πέντε, τοξότας δὲ καὶ σφενδονήτας ἐν τοῖς τῶν θηρίων διαστήμασι τοὺς ἱκανούς.
在所有这些兵力之前,他呈弯曲阵形部署了四十五头战象,并在这些野兽的间隙中部署了足够数量的弓箭手和投石手。
§19.27.6τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενος τὸ λαιὸν κέρας συνῆψεν αὐτῷ τὴν φάλαγγα.
通过这种方式巩固了左翼之后,他将方阵与之相连。
ταύτης δὲ τὸ ἄκρον ἐπεῖχον οἱ ξένοι, πλείους ὄντες τῶν ἑξακισχιλίων, τὸ δʼ ἑξῆς οἱ καθωπλισμένοι μὲν εἰς τὰ Μακεδονικά, παντοδαποὶ δʼ ὄντες τοῖς ἔθνεσιν, εἰσπεντακισχιλίους.
方阵的边缘由六千多名外国雇佣兵占领,紧接着是大约五千名装备马其顿式武器、但属于各个民族的士兵。

词汇与语法注释

  1. 19.27.1εἶχε δὲ τοὺς σύμπαντας — 动词 εἶχε(拥有)的主语是前文提到的安提柯(Ἀντίγονος)。前文语境描述了安提柯率领全军推进,本节则具体说明了其兵力的详细构成。
  2. 19.27.2βάθος ἐχούσας ἱππέων πεντήκοντα — 宾格分词 ἐχούσας(具有)为阴性复数,修饰 εἴλας δύο(两个骑兵队)。其意为“具有五十名骑兵的纵深”,表明这是一种相对于正面非常深厚的特殊突击阵形,或者是因为地形狭窄而采用的部署。
  3. 19.27.4συνάπτοντας — 现在分词主动、阳性复数宾格 συνάπτοντας(连接、相邻)修饰的不是前文的 ἱππεῖς ἑξακόσιοι,而是其后作为宾语的 ἱππεῖς ἑξακόσιους(来自阿拉霍西亚的六百名骑兵),表示欧墨尼斯将他们部署为与相邻部队相接。
  4. 19.27.6οἱ καθωπλισμένοι μὲν ... εἰσπεντακισχιλίους — 此处出现了解构破格(anacoluthon),该句以主格主语(οἱ καθωπλισμένοι... ὄντες)开始,却以宾格数词(εἰσπεντακισχιλίους,约五千人)结束。在语法上,它本应作为动词的宾语而采用宾格,但在叙述过程中被作为主格提出。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.27.1-19.27.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.27.1-19.27.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。