§19.28.1μετὰ δὲ τούτους ἐτάχθησαν οἱ Μακεδόνες ἀργυράσπιδες, ὄντες μὲν πλείους τρισχιλίων, ἀνίκητοι δὲ καὶ διὰ τὰς ἀρετὰς πολὺν φόβον παρεχόμενοι τοῖς πολεμίοις.
これらに続いて、3千人以上のマケドニア人の銀楯兵が配置された。 彼らは無敵であり、その武勇によって敵に多大な恐怖を与えていた。
ἐπὶ πᾶσι δὲ τοὺς ἐκ τῶν ὑπασπιστῶν, ὄντας πλείους τρισχιλίων, ἀφηγουμένου τούτων τε ἅμα καὶ τῶν ἀργυρασπίδων Ἀντιγένους καὶ Τευτάμου.
そして全体の端には、 3千人以上からなるヒュパスピステス出身の者たちが置かれ、これらと銀楯兵の両方をアンティゲネスとテウタモスが共同で率いていた。
§19.28.2πρὸ δὲ πάσης τῆς φάλαγγος ἔστησεν ἐλέφαντας τεσσαράκοντα καὶ τὰ τούτων διαστήματα τοῖς ψιλικοῖς τάγμασιν ἀνεπλήρωσεν.
また、ファランクス全体の前に彼は40頭の象を立たせ、それらの隙間を軽装歩兵部隊で埋めた。
§19.28.3ἐπὶ δὲ τοῦ δεξιοῦ κέρατος ἐξέταξε τοὺς ἱππεῖς, ἐχομένους μὲν τῆς φάλαγγος τοὺς ἐκ Καρμανίας ὀκτακοσίους, ὧν Τληπόλεμος σατράπης ἡγεῖτο, ἑξῆς δὲ τοὺς καλουμένους ἑταίρους ἐννακοσίους καὶ τὸ Πευκέστου καὶ Ἀντιγένους ἄγημα, τριακοσίους ἔχον ἱππεῖς μιᾷ περιειλημμένους εἴλῃ, ἐπʼ ἄκρου δὲ τοῦ κέρατος τὸ Εὐμενοῦς ἄγημα, τοὺς ἴσους ἔχον ἱππεῖς, καὶ τούτων πρόταγμα τῶν Εὐμενοῦς παίδων εἴλας δύο, συνεστηκυίας ἑκατέρας ἐξ ἱππέων πεντήκοντα, καὶ πλαγίας φυλαττούσας ἔξω τοῦ κέρατος εἴλας τέσσαρας, ἐν αἷς ἦσαν ἱππεῖς ἐπίλεκτοι διακόσιοι.
右翼には、彼は騎兵を整列させた。 まずファランクスに隣接して、サトラップのトレポレモスが率いるカルマニアからの800騎、その次には「ヘタイロイ」と呼ばれる900騎、そしてペウケスタスとアンティゲネスの親衛隊で、1つの騎兵隊にまとめられた300騎の騎兵からなるもの、さらに翼の端には、同数の騎兵を擁するエウメネスの親衛隊を配した。 そしてこれらの前方には前衛として、それぞれ50騎の騎兵からなる、エウメネスの近習たちの2つの騎兵隊を置き、翼の外側の側面を守るものとして、選抜された200騎の騎兵からなる4つの騎兵隊を配した。
§19.28.4χωρὶς δὲ τούτων ἀπὸ πασῶν τῶν ἱππαρχιῶν ἐπιλελεγμένους τοῖς τάχεσι καὶ ταῖς ῥώμαις ἱππεῖς τριακοσίους ἔστησε κατόπιν τοῦ περὶ αὐτὸν ἀγήματος.
これらとは別に、すべての騎兵連隊から速度と頑強さにおいて選抜された300騎の騎兵を、自身の周りの親衛隊の背後に立たせた。
παρὰ δὲ τὴν ὅλην τοῦ κέρατος τάξιν προέταξεν ἐλέφαντας τεσσαράκοντα.
そして、翼の陣形全体に沿って、40頭の象を前衛として配した。
ἡ δὲ πᾶσα δύναμις ἦν τῶν περὶ τὸν Εὐμενῆ πεζοὶ μὲν τρισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι ἑκατόν, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
エウメネス側の全兵力は、歩兵3万5千人、騎兵6千1百人、象114頭であった。