§19.27.1εἶχε δὲ τοὺς σύμπαντας σὺν τοῖς διὰ Πίθωνος καὶ Σελεύκου προσγεγενημένοις πεζοὺς μὲν πλείους τῶν δισμυρίων ὀκτακισχιλίων, ἱππεῖς δʼ ὀκτακισχιλίους πεντακοσίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε.
彼は、ピトンとセレウコスを介して増強された者たちも含めて、全体で、歩兵2万8千人以上、騎兵8千5百人、象65頭を擁していた。
Διηλλαγμέναις δʼ ἐχρήσαντο ταῖς τάξεσιν οἱ στρατηγοί, διαμιλλώμενοι καὶ περὶ τῆς ἐν τούτοις ἐμπειρίας πρὸς ἀλλήλους.
将軍たちは、互いに異なる布陣を採用し、この点に関する経験についても互いに競い合った。
§19.27.2Εὐμενὴς μὲν γὰρ ἐπὶ τοῦ λαιοῦ κέρατος ἔταξεν Εὔδημον τὸν καταγαγόντα τοὺς ἐλέφαντας ἐξ Ἰνδῶν, ἔχοντα τὸ περὶ αὐτὸν ἄγημα τῶν ἱππέων, ὄντων ἑκατὸν πεντήκοντα, πρόταγμα δὲ τούτων εἴλας δύο ξυστοφόρων ἐπιλέκτων, βάθος ἐχούσας ἱππέων πεντήκοντα.
エウメネスは、左翼に、インドから象を連れてきたエウデモスを配置した。 彼は自身の周りに150騎からなる騎兵の親衛隊を率いており、これらの前方には、縦深50騎の、選抜された槍騎兵の二個隊を前衛として配した。
§19.27.3καὶ συνῆψε μὲν τούτους τοῖς ὑπερδεξίοις τῆς ὑπωρίας, ἑξῆς δὲ τούτοις Στάσανδρον τὸν στρατηγὸν ἔταξεν ἔχοντα τοὺς ἰδίους ἱππεῖς ἐννακοσίους πεντήκοντα.
そして彼は、これらを山麓の高地に接続させ、その次には、将軍スタサンドロスを、彼自身の騎兵950騎を従えて配置した。
§19.27.4μετὰ δὲ τούτους ἔστησεν Ἀμφίμαχον τὸν Μεσοποταμίας σατράπην, ᾧ συνηκολούθουν ἱππεῖς ἑξακόσιοι, συνάπτοντας δὲ τούτοις τοὺς ἐξ Ἀραχωτῶν ἱππεῖς ἑξακοσίους, ὧν ἡγεῖτο πρότερον μὲν Σιβύρτιος, διὰ δὲ τὴν ἐκείνου φυγὴν μετειλήφει τὴν ἡγεμονίαν Κεφάλων.
彼らの後ろには、メソポタミアのサトラップであるアンフィマコスを立たせ、彼には600騎の騎兵が従っていた。 そしてこれらに隣接して、アラコシアからの騎兵600騎を置いたが、彼らは以前はシビュルティオスが率いていたものの、彼の逃亡により、ケファロンがその指揮を引き継いでいた。
§19.27.5ἑξῆς δʼ ἦσαν πεντακόσιοι μὲν ἐκ Παροπανισαδῶν, οἱ δὲ τούτοις ἴσοι Θρᾷκες ἐκ τῶν ἄνω κατοικιῶν.
その次にはパロパニサダイからの500名、そしてこれと同数の、上方の入植地からのトラキア人たちがいた。
πρὸ δὲ τούτων ἁπάντων ἔταξεν ἐλέφαντας μὲν ἐν ἐπικαμπίῳ τεσσαράκοντα πέντε, τοξότας δὲ καὶ σφενδονήτας ἐν τοῖς τῶν θηρίων διαστήμασι τοὺς ἱκανούς.
これらすべての前方には、湾曲した形で45頭の象を配置し、それらの獣の隙間に、十分な数の弓兵と投石兵を配した。
§19.27.6τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενος τὸ λαιὸν κέρας συνῆψεν αὐτῷ τὴν φάλαγγα.
このようにして左翼を強化した上で、これにファランクスを接続させた。
ταύτης δὲ τὸ ἄκρον ἐπεῖχον οἱ ξένοι, πλείους ὄντες τῶν ἑξακισχιλίων, τὸ δʼ ἑξῆς οἱ καθωπλισμένοι μὲν εἰς τὰ Μακεδονικά, παντοδαποὶ δʼ ὄντες τοῖς ἔθνεσιν, εἰσπεντακισχιλίους.
このファランクスの端は6千人以上の外国人傭兵が占め、その隣には、マケドニア式に武装した、様々な民族からなる5千人ほどの人々が位置した。