§19.26.1νυκτὸς δὲ ἐπιγενομένης ἧκόν τινες ηὐτομοληκότες μὲν ἐκ τῆς Ἀντιγόνου στρατοπεδείας, λέγοντες δʼ ὅτι παρήγγειλε τοῖς στρατιώταις Ἀντίγονος ἀναζευγνύειν περὶ δευτέραν φυλακήν.
夜が訪れると、アンティゴノスの陣営から何人かの脱走兵がやって来て、アンティゴノスが兵士たちに第二警備時間の頃に出発するよう命じたと語った。
ὁ δʼ Εὐμενὴς συλλογιζόμενος ἀληθῶς ὑπέλαβε τοὺς πολεμίους ἀποχωρήσειν εἰς τὴν Γαβηνήν·
しかしエウメネスは、推論を重ねて、敵が本当にガベネへと退却しようとしているのだと察知した。
§19.26.2αὕτη γὰρ ἀπέχουσα τριῶν ἡμερῶν ὁδὸν ἀκέραιος ἦν καὶ πλήρης καρπῶν καὶ χορτασμάτων καὶ καθόλου τῶν δυναμένων χορηγῆσαι τὰ ἐπιτήδεια μεγάλαις δυνάμεσι δαψιλῶς.
なぜなら、そこは三日路の距離にあり、荒らされておらず、穀物や飼料、また概して大軍に対して豊かに物資を供給できるものに満ちていたからである。
§19.26.3πρὸς δὲ τούτοις τοῖς ἀγαθοῖς ὁ τόπος αὐτὸς συνήργει, ποταμοὺς ἔχων καὶ χαράδρας δυσεξόδους.
これらの利点に加えて、その土地自体も川や通行困難な峡谷を有しており、彼らに味方していた。
σπεύδων οὖν φθάσαι τοὺς πολεμίους τὸ ὅμοιον ἔπραξε.
そこで、敵の先を越そうと急いだ彼は、同様の計略を実行した。
τῶν μὲν μισθοφόρων τινὰς χρήμασι πείσας ἐξέπεμψεν ὡς αὐτομόλους, συντάξας λέγειν ὅτι διέγνωκεν Εὐμενὴς νυκτὸς ἐπιτίθεσθαι τῷ χάρακι·
すなわち、傭兵の何人かを金で買収して脱走兵として送り出し、エウメネスが夜間に彼らの陣地に襲撃をかける決意をしたと言うように命じた。
αὐτὸς δὲ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τοῖς δὲ στρατιώταις παρήγγειλε τὴν ταχίστην δειπνοποιησαμένοις ἀναζευγνύειν.
そして彼自身は手荷物を先に出発させ、兵士たちには速やかに夕食を済ませて出発するよう命じた。
§19.26.4ὧν ἁπάντων ὀξέως συντελεσθέντων Ἀντίγονος ἀκούσας τῶν αὐτομόλων ὅτι μάχεσθαι νυκτὸς διεγνώκασιν οἱ πολέμιοι, τῆς μὲν πορείας ἀπέσχετο, διέτασσε δὲ τὴν δύναμιν εἰς τὸν κίνδυνον.
これらすべてが迅速に実行されると、アンティゴノスは脱走兵から、敵が夜間に戦闘を行う決意をしていると聞き、行軍を思いとどまって、戦いに備えて軍勢を展開させた。
§19.26.5τοῦ δὲ περὶ ταῦτα θορυβουμένου καὶ περὶ τοῦ μέλλοντος ἀγωνιῶντος ἔλαθον οἱ περὶ τὸν Εὐμενῆ προλαβόντες καὶ τὴν ὁδοιπορίαν ποιούμενοι κατὰ τάχος εἰς τὴν Γαβηνήν.
彼がこれらのことで混乱し、来たるべき戦いを心配している間に、エウメネスの一行は気づかれることなく先を越し、ガベネへと急速に行軍した。
ὁ δʼ Ἀντίγονος μέχρι μέν τινος ἐν τοῖς ὅπλοις συνεῖχε τὴν δύναμιν, ὡς δὲ παρὰ τῶν κατασκόπων ἐπύθετο τὴν ἀποχώρησιν τῶν ἐναντίων, γνοὺς αὑτὸν κατεστρατηγημένον οὐδὲν ἧττον ἀντείχετο τῆς αὐτῆς προαιρέσεως.
アンティゴノスはしばらくの間、軍勢を武装させたまま引き留めていたが、偵察兵から敵の撤退を知らされると、自分が計略にかけられたことを悟りつつも、それでもなお同じ意図を堅持した。
§19.26.6παραγγείλας οὖν τοῖς στρατιώταις ἀναζευγνύειν, προῆγε σύντονον τὴν πορείαν ποιούμενος καὶ διωγμῷ παραπλήσιον.
そこで兵士たちに出発を命じ、追跡に近い強行軍を進めた。
προέχοντος δʼ Εὐμενοῦς δύο φυλακὰς ὁρῶν ὅτι καταλαβεῖν οὐ ῥᾴδιόν ἐστι τῇ δυνάμει πάσῃ τοὺς τοσοῦτο προειληφότας, ἐπενόησέ τι τοιοῦτο.
しかし、エウメネスが二警備時間分先行しているなかで、これほど先んじている者たちに全軍で追いつくことは容易ではないと見て、彼は次のようなことを考案した。
§19.26.7τὴν μὲν ἄλλην δύναμιν παραδοὺς Πίθωνι προσέταξε κατὰ σχολὴν ἀκολουθεῖν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν ἤλαυνεν ἀπὸ ῥυτῆρος καὶ περιλαβὼν ἅμʼ ἡμέρᾳ τὴν οὐραγίαν τῶν πολεμίων καταβαίνουσαν ἀπό τινος ἀκρολοφίας ἐπέστη ταῖς ἀκρωρείαις, φανερὸς ὢν τοῖς ἐναντίοις.
他の全軍勢をピトンに委ねてゆっくりと追従するよう命じ、自身は騎兵を率いて急行し、夜明けとともに、ある丘の頂から下りつつあった敵の殿に追いつくと、山稜の上に立ち、敵から見えるように姿を現した。
§19.26.8οἱ δὲ περὶ τὸν Εὐμενῆ θεωρήσαντες ἐξ ἱκανοῦ διαστήματος τῶν πολεμίων ἱππεῖς καὶ δόξαντες εἶναι πλησίον ἅπασαν τὴν δύναμιν, τῆς μὲν πορείας ἐπέσχον, τὴν δὲ στρατιὰν διέτασσον, ὡς αὐτίκα τῆς παρατάξεως γενησομένης.
エウメネスの一行は、かなりの距離から敵の騎兵を目撃し、敵の全軍勢が近くにいると思い込んだため、行軍を停止し、すぐにでも会戦が始まるかのように軍隊を整列させた。
§19.26.9οἱ μὲν οὖν ἡγεμόνες ἀμφοτέρων τῶν στρατοπέδων τὸν προειρημένον τρόπον ἀλλήλους κατεστρατήγησαν, ὥσπερ προαγωνιζόμενοι περὶ συνέσεως καὶ δεικνύοντες ὅτι τὰς ἐλπίδας ἐν αὑτοῖς ἔχουσι τῆς νίκης.
こうして、双方の陣営の指揮官たちは、前述の方法で互いの裏をかき合い、まるで知性を競い合うかのようであり、勝利の望みを自らの内に抱いていることを示した。
§19.26.10ὁ δʼ οὖν Ἀντίγονος διὰ ταύτης τῆς ἐπινοίας ἐκώλυσε μὲν τοὺς πολεμίους προάγειν εἰς τοὔμπροσθεν, αὑτῷ δὲ δοὺς ἄνεσιν εἰς τὸ προσδέξασθαι τὴν δύναμιν, ἐπειδὴ τὸ στρατόπεδον ἧκεν, ἅπαν ἐξέταξεν εἰς μάχην καὶ κατέβαινε συντεταγμένος ἐπὶ τοὺς πολεμίους καταπληκτικῶς.
ともかく、アンティゴノスはこの計略によって、敵が前方へ進むのを阻止するとともに、自身には(後続の)軍勢を待ち受ける猶予を与え、本隊が到着すると、全軍を戦闘隊形に展開させ、威圧的な様子で整列して敵へと下っていった。