Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.11.1-19.11.9

奥林匹亚丝的归来与对腓力等人的肃清

第 88 段,共 301 段 · 希腊语

内容简介

奥林匹亚丝在波利伯孔等人的支持下回到马其顿,俘获了对手欧律狄刻和国王腓力,并用残酷的手段逼迫他们走向处决和自杀。此外,她大肆屠杀卡山德的亲属和支持者,引起了马其顿人的怨恨,预示着她未来的毁灭。

§19.11.1κατὰ γὰρ τὴν Μακεδονίαν Εὐρυδίκη τῆς βασιλείας προεστηκυῖα καὶ πυνθανομένη τὴν Ὀλυμπιάδα παρασκευάζεσθαι πρὸς τὴν κάθοδον πρὸς μὲν Κάσανδρον εἰς Πελοπόννησον ἀπέστειλε βιβλιαφόρον, ἀξιοῦσα βοηθεῖν τὴν ταχίστην, τῶν δὲ Μακεδόνων τοὺς πρακτικωτάτους ἀνακαλουμένη δωρεαῖς καὶ μεγάλαις ἐπαγγελίαις ἰδίους ταῖς εὐνοίαις κατεσκεύαζε.
在马其顿,掌管王国的欧律狄刻得知奥林匹亚丝正准备返回,便派信使前往伯罗奔尼撒的卡山德处,请求他尽快救援;同时,她召集马其顿人中最有实干能力的人,通过赏赐和巨大的许诺使他们忠于自己。
§19.11.2Πολυπέρχων δὲ δύναμιν ἤθροισε προσλαβόμενος Αἰακίδην τὸν Ἠπειρώτην καὶ κατήγαγεν Ὀλυμπιάδα μετὰ τοῦ Ἀλεξάνδρου παιδὸς ἐπὶ τὴν βασιλείαν.
波利伯孔拉拢了伊庇鲁斯人埃阿喀得斯,聚集了一支军队,将奥林匹亚丝与亚历山大的孩子一同迎回并恢复王位。
ἀκούων οὖν Εὐρυδίκην ἐν Εὐίοις τῆς Μακεδονίας οὖσαν μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπʼ αὐτήν, σπεύδων μιᾷ μάχῃ κρῖναι τὰ πράγματα.
他听说欧律狄刻正率军驻扎在马其顿的埃乌伊亚,便向她进军,急于通过一场战斗决出胜负。
ἀντιταχθέντων δὲ ἀλλήλοις τῶν στρατοπέδων οἱ Μακεδόνες ἐντραπέντες τὸ τῆς Ὀλυμπιάδος ἀξίωμα καὶ τῶν εὐεργεσιῶν ἀναμιμνησκόμενοι τῶν Ἀλεξάνδρου μετεβάλοντο.
当两军对峙时,马其顿人出于对奥林匹亚丝威严的敬畏,并回忆起亚历山大的恩德,便纷纷倒戈。
§19.11.3Φίλιππος μὲν οὖν ὁ βασιλεὺς εὐθὺς ἥλω μετὰ τῆς θεραπείας, ἡ δʼ Εὐρυδίκη μετὰ Πολυκλέους, ἑνὸς τῶν συμβούλων, εἰς Ἀμφίπολιν ἀποχωροῦσα συνελήφθη.
于是,国王腓力与他的随从立刻被俘,而欧律狄刻与她的一位顾问波留克勒斯在撤往安菲波利斯的途中被捕。
§19.11.4τοῦτον δὲ τὸν τρόπον Ὀλυμπιὰς τῶν βασιλικῶν σωμάτων κυριεύσασα καὶ χωρὶς κινδύνων τὴν βασιλείαν παραλαβοῦσα τὴν εὐτυχίαν οὐκ ἤνεγκεν ἀνθρωπίνως, ἀλλὰ τήν τʼ Εὐρυδίκην καὶ τὸν ἄνδρα Φίλιππον τὸ μὲν πρῶτον εἰς φυλακὴν καταθεμένη κακουχεῖν ἐπεχείρησε· περιοικοδομήσασα γὰρ αὐτῶν ἐν βραχεῖ τόπῳ τὰ σώματα διὰ μιᾶς στενῆς ὑποδοχῆς ἐχορήγει τὰ ἀναγκαῖα·
奥林匹亚丝以这种方式控制了王室成员,并毫无危险地接管了王国,但她未能以人类应有的适度态度对待这份好运,而是首先将欧律狄刻及其丈夫腓力投入监狱,企图虐待他们;她将他们的身体禁锢在一个狭小的空间内,仅通过一个狭窄的口子供给他们必需的生活物资。
§19.11.5ἐπὶ πολλὰς δʼ ἡμέρας παρανομήσασα τοὺς ἠτυχηκότας, ἐπειδὴ παρὰ τοῖς Μακεδόσιν ἠδόξει διὰ τὸν πρὸς τοὺς πάσχοντας ἔλεον, τὸν μὲν Φίλιππον προσέταξε Θρᾳξί τισιν ἐκκεντῆσαι, βασιλέα γεγενημένον ἓξ ἔτη καὶ μῆνας τέσσαρας, τὴν δʼ Εὐρυδίκην παρρησιαζομένην καὶ βοῶσαν αὐτῇ μᾶλλον προσήκειν ἤπερ Ὀλυμπιάδι τὴν βασιλείαν ἔκρινε μείζονος ἀξιῶσαι τιμωρίας.
在连续许多天对这两个不幸的人进行法外折磨后,由于马其顿人对受害者产生同情,她开始失去名望,于是她命令一些色雷斯人将腓力刺死,而他已担任国王达六年零四个月;对于大胆发言并高呼王国属于自己而非奥林匹亚丝的欧律狄刻,奥林匹亚丝决定给她更严厉的惩罚。
§19.11.6εἰσέπεμψεν οὖν αὐτῇ ξίφος καὶ βρόχον καὶ κώνειον καὶ συνέταξε τούτων ᾧ βούλοιτο καταχρήσασθαι πρὸς τὸν θάνατον, οὔτε τὸ προγεγενημένον ἀξίωμα τῆς παρανομουμένης ἐντραπεῖσα τὸ παράπαν οὔτε τῆς κοινῆς τύχης εἰς οἶκτον ἐλθοῦσα.
于是,她派人给她送去一把剑、一根绳索和毒参,并命令她从中选择一种用于自尽,她既没有对这个受尽不公对待的女人的昔日尊严表现出丝毫敬畏,也没有对共同的人类命运产生怜悯。
§19.11.7τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίαν ἔσχε τὴν τοῦ βίου καταστροφήν.
因此,奥林匹亚丝后来也遭遇了同样的命运逆转,得到了与其残暴相称的生命终结。
Εὐρυδίκη μὲν γὰρ κατευξαμένη παρόντος τοῦ κομίσαντος τῶν ὁμοίων δωρεῶν Ὀλυμπιάδα τυχεῖν τὸν μὲν ἄνδρα περιέστειλεν, ἐπιμεληθεῖσα τῶν τραυμάτων ὥς ποθʼ ὁ καιρὸς συνεχώρει, ἑαυτὴν δʼ ἀνακρεμάσασα τῇ ζώνῃ κατέστρεψε τὸν βίον, οὔτε δακρύσασα τὴν αὑτῆς τύχην οὔτε τῷ μεγέθει τῶν συμπτωμάτων ταπεινωθεῖσα.
因为欧律狄刻在送礼者在场的情况下,祈求奥林匹亚丝也能得到同样的礼物,随后包裹了丈夫的尸体,在当时条件允许的范围内处理了他的伤口,然后用腰带上吊结束了自己的生命,既没有为自己的命运哭泣,也没有在巨大的灾难面前屈服。
§19.11.8Ὀλυμπιὰς δὲ τούτων διαφθαρέντων ἀνεῖλε μὲν τὸν Νικάνορα τὸν ἀδελφὸν τοῦ Κασάνδρου, κατέστρεψε δὲ τὸν Ἰόλλου τάφον, μετερχομένη, καθάπερ ἔφησε, τὸν Ἀλεξάνδρου θάνατον, ἐπέλεξε δὲ καὶ τῶν Κασάνδρου φίλων τοὺς ἐπιφανεστάτους ἑκατὸν Μακεδόνας, οὓς ἅπαντας ἀπέσφαξεν.
在这两人死后,奥林匹亚丝杀害了卡山德的兄弟尼卡诺尔,并捣毁了伊奥拉斯的坟墓,正如她所说,这是为了报复亚历山大之死;她还从卡山德的朋友中挑选了一百名最著名的马其顿人,并将他们全部宰杀。
§19.11.9ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα· πάντες γὰρ ἀνεμιμνήσκοντο τῶν Ἀντιπάτρου λόγων, ὃς καθάπερ χρησμῳδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προστατῆσαι.
她通过这些法外暴行发泄自己的愤怒,很快使许多马其顿人憎恨她的残暴;因为所有人都想起了安提帕特的遗言,他在临终时犹如宣读神谕般,告诫人们绝不要允许女人掌管王国。
τὰ μὲν οὖν κατὰ Μακεδονίαν τοῦτον τὸν τρόπον διοικηθέντα πρόδηλον εἶχε τὴν ἐσομένην μεταβολήν.
马其顿的局势以这种方式发展,预示着即将发生的命运转变已昭然若揭。

词汇与语法注释

  1. §19.11.2ἐντραπέντες τὸ τῆς Ὀλυμπιάδος ἀξίωμα — 动词“ἐντρέπομαι”(尊重、敬畏)通常接属格,但在此处它直接接了宾格形式的“ἀξίωμα”作为宾语。
  2. §19.11.5ἔκρινε μείζονος ἀξιῶσαι τιμωρίας — 主动词“ἔκρινε”(决定)支配不定式结构(主语为奥林匹亚丝,不定式为“ἀξιῶσαι”),其中该不定式的直接宾语为“τὴν δʼ Εὐρυδίκην”,而动词“ἀξιόω”(认为……值得)则要求接属格“μείζονος τιμωρίας”。
  3. §19.11.7τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίαν ἔσχε τὴν τοῦ βίου καταστροφήν — 注意此处主语发生了前瞻性的转变,由前文的“欧律狄刻”转为“奥林匹亚丝”(她后来遭遇了相似的命运)。分词“τυχοῦσα”的主语是奥林匹亚丝,此句是作者插入的评论。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.11.1-19.11.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.11.1-19.11.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。