§19.11.1κατὰ γὰρ τὴν Μακεδονίαν Εὐρυδίκη τῆς βασιλείας προεστηκυῖα καὶ πυνθανομένη τὴν Ὀλυμπιάδα παρασκευάζεσθαι πρὸς τὴν κάθοδον πρὸς μὲν Κάσανδρον εἰς Πελοπόννησον ἀπέστειλε βιβλιαφόρον, ἀξιοῦσα βοηθεῖν τὴν ταχίστην, τῶν δὲ Μακεδόνων τοὺς πρακτικωτάτους ἀνακαλουμένη δωρεαῖς καὶ μεγάλαις ἐπαγγελίαις ἰδίους ταῖς εὐνοίαις κατεσκεύαζε.
マケドニアでは、王国の実権を握っていたエウリュディケが、オリュンピアスが帰還の準備をしていることを知ると、ペロポネソスにいるカッサンドロスのもとへ使者を送り、可及的速やかに救援に来るよう要請した。 また、マケドニア人の中で最も行動力のある者たちを呼び集め、贈り物や大きな約束によって彼らを自分への忠誠に引き入れた。
§19.11.2Πολυπέρχων δὲ δύναμιν ἤθροισε προσλαβόμενος Αἰακίδην τὸν Ἠπειρώτην καὶ κατήγαγεν Ὀλυμπιάδα μετὰ τοῦ Ἀλεξάνδρου παιδὸς ἐπὶ τὴν βασιλείαν.
一方ポリュペルコンは、エピロス人のアイアキデスを味方に加えて軍勢を集め、アレクサンドロスの子を伴ってオリュンピアスを王位に復帰させるべく帰還させた。
ἀκούων οὖν Εὐρυδίκην ἐν Εὐίοις τῆς Μακεδονίας οὖσαν μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπʼ αὐτήν, σπεύδων μιᾷ μάχῃ κρῖναι τὰ πράγματα.
エウリュディケが軍勢を率いてマケドニアのエウイアにいると聞くと、彼は一戦で決着をつけるべく彼女に向けて進軍した。
ἀντιταχθέντων δὲ ἀλλήλοις τῶν στρατοπέδων οἱ Μακεδόνες ἐντραπέντες τὸ τῆς Ὀλυμπιάδος ἀξίωμα καὶ τῶν εὐεργεσιῶν ἀναμιμνησκόμενοι τῶν Ἀλεξάνδρου μετεβάλοντο.
両軍が対峙したとき、マケドニア人たちはオリュンピアスの威厳を恐れ、またアレクサンドロスの恩義を思い出して、寝返った。
§19.11.3Φίλιππος μὲν οὖν ὁ βασιλεὺς εὐθὺς ἥλω μετὰ τῆς θεραπείας, ἡ δʼ Εὐρυδίκη μετὰ Πολυκλέους, ἑνὸς τῶν συμβούλων, εἰς Ἀμφίπολιν ἀποχωροῦσα συνελήφθη.
こうして国王フィリッポスは側近たちと共にただちに捕らえられ、エウリュディケも顧問の一人であるポリュクレスと共にアンフィポリスへ退却する途中で捕らえられた。
§19.11.4τοῦτον δὲ τὸν τρόπον Ὀλυμπιὰς τῶν βασιλικῶν σωμάτων κυριεύσασα καὶ χωρὶς κινδύνων τὴν βασιλείαν παραλαβοῦσα τὴν εὐτυχίαν οὐκ ἤνεγκεν ἀνθρωπίνως, ἀλλὰ τήν τʼ Εὐρυδίκην καὶ τὸν ἄνδρα Φίλιππον τὸ μὲν πρῶτον εἰς φυλακὴν καταθεμένη κακουχεῖν ἐπεχείρησε·
このようにして王族の身柄を手に入れ、危険を冒すことなく王国を接収したオリュンピアスは、その幸運に人間らしく耐えることができず、エウリュディケとその夫フィリッポスをまず牢獄に幽閉して、虐待しようとした。
περιοικοδομήσασα γὰρ αὐτῶν ἐν βραχεῖ τόπῳ τὰ σώματα διὰ μιᾶς στενῆς ὑποδοχῆς ἐχορήγει τὰ ἀναγκαῖα·
すなわち、彼らの身体を狭い場所に閉じ込め、一つの細い隙間からのみ必要な食糧などを供給したのである。
§19.11.5ἐπὶ πολλὰς δʼ ἡμέρας παρανομήσασα τοὺς ἠτυχηκότας, ἐπειδὴ παρὰ τοῖς Μακεδόσιν ἠδόξει διὰ τὸν πρὸς τοὺς πάσχοντας ἔλεον, τὸν μὲν Φίλιππον προσέταξε Θρᾳξί τισιν ἐκκεντῆσαι, βασιλέα γεγενημένον ἓξ ἔτη καὶ μῆνας τέσσαρας, τὴν δʼ Εὐρυδίκην παρρησιαζομένην καὶ βοῶσαν αὐτῇ μᾶλλον προσήκειν ἤπερ Ὀλυμπιάδι τὴν βασιλείαν ἔκρινε μείζονος ἀξιῶσαι τιμωρίας.
多くの日にわたり不運な彼らに非道な扱いを続けていたが、苦しむ者たちへの同情からマケドニア人の間で不評を買うようになると、六年間と四ヶ月間王位にあったフィリッポスを、あるトラキア人たちに命じて刺し殺させた。 一方、大胆に発言し、オリュンピアスよりも自分の方にこそ王位がふさわしいと叫ぶエウリュディケに対しては、より重い罰を与えるべきだと判断した。
§19.11.6εἰσέπεμψεν οὖν αὐτῇ ξίφος καὶ βρόχον καὶ κώνειον καὶ συνέταξε τούτων ᾧ βούλοιτο καταχρήσασθαι πρὸς τὸν θάνατον, οὔτε τὸ προγεγενημένον ἀξίωμα τῆς παρανομουμένης ἐντραπεῖσα τὸ παράπαν οὔτε τῆς κοινῆς τύχης εἰς οἶκτον ἐλθοῦσα.
そこで彼女はエウリュディケのもとに剣と首吊り縄とドクニンジンを送り届け、死に際してこれらのうち望むものを用いるよう命じた。 不当な扱いを受けているその女性の、かつての威厳を全く顧みることも、また人間の共通の運命に同情を寄せることもなかった。
§19.11.7τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίαν ἔσχε τὴν τοῦ βίου καταστροφήν.
それゆえ、彼女自身も同様の運命の逆転に見舞われ、その残虐さにふさわしい最期を迎えることになった。
Εὐρυδίκη μὲν γὰρ κατευξαμένη παρόντος τοῦ κομίσαντος τῶν ὁμοίων δωρεῶν Ὀλυμπιάδα τυχεῖν τὸν μὲν ἄνδρα περιέστειλεν, ἐπιμεληθεῖσα τῶν τραυμάτων ὥς ποθʼ ὁ καιρὸς συνεχώρει, ἑαυτὴν δʼ ἀνακρεμάσασα τῇ ζώνῃ κατέστρεψε τὸν βίον, οὔτε δακρύσασα τὴν αὑτῆς τύχην οὔτε τῷ μεγέθει τῶν συμπτωμάτων ταπεινωθεῖσα.
エウリュディケは、それらをもたらした者が立ち会う中で、オリュンピアスも同様の贈り物を授かるよう祈り、夫の遺体を包んで、状況が許す限りその傷を介抱した。 そして、自らの帯で首を吊って生涯を終えたが、自らの運命に涙することもなく、災厄の大きさに屈することもなかった。
§19.11.8Ὀλυμπιὰς δὲ τούτων διαφθαρέντων ἀνεῖλε μὲν τὸν Νικάνορα τὸν ἀδελφὸν τοῦ Κασάνδρου, κατέστρεψε δὲ τὸν Ἰόλλου τάφον, μετερχομένη, καθάπερ ἔφησε, τὸν Ἀλεξάνδρου θάνατον, ἐπέλεξε δὲ καὶ τῶν Κασάνδρου φίλων τοὺς ἐπιφανεστάτους ἑκατὸν Μακεδόνας, οὓς ἅπαντας ἀπέσφαξεν.
オリュンピアスは彼らが死ぬと、カッサンドロスの兄弟ニカノルを殺害し、イオラスの墓を破壊した。 彼女が言うには、アレクサンドロスの死の復讐であるとのことだった。 また、カッサンドロスの友人たちの中から最も著名な百人のマケドニア人を選び出し、その全員を虐殺した。
§19.11.9ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα·
このような不法行為によって自らの怒りを満たしていたが、やがて多くのマケドニア人にその残虐さを憎ませることになった。
πάντες γὰρ ἀνεμιμνήσκοντο τῶν Ἀντιπάτρου λόγων, ὃς καθάπερ χρησμῳδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προστατῆσαι.
というのも、誰もがアンティパトロスの言葉を思い出したからである。 彼は臨終の際、あたかも神託を告げるかのように、決して女性に王国の実権を握らせてはならないと警告していた。
τὰ μὲν οὖν κατὰ Μακεδονίαν τοῦτον τὸν τρόπον διοικηθέντα πρόδηλον εἶχε τὴν ἐσομένην μεταβολήν.
こうして、マケドニアでの出来事はこのような形で処理され、来るべき運命の逆転を明確に予兆していた。