§19.12.1κατὰ δὲ τὴν Ἀσίαν Εὐμενὴς μὲν ἔχων τοὺς ἀργυράσπιδας Μακεδόνας καὶ τὸν ἀφηγούμενον αὐτῶν Ἀντιγένην παρεχείμασε μὲν τῆς Βαβυλωνίας ἐν ταῖς ὀνομαζομέναις Καρῶν κώμαις, πρὸς δὲ Σέλευκον καὶ Πίθωνα πρέσβεις ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τοῖς βασιλεῦσι καὶ μετʼ αὐτοῦ συναγωνίσασθαι πρὸς Ἀντίγονον.
在亚洲,欧迈尼斯率领着被称为银盾兵的马其顿人及其指挥官安提根尼斯,在巴比伦尼亚被称为“卡里亚人村庄”的地方过冬,同时向塞琉古和培松派出使节,请求他们救援国王们,并与他一同对抗安提戈诺斯。
§19.12.2τούτων δʼ ὁ μὲν Πίθων τῆς Μηδίας, ὁ δʼ ἕτερος τῆς Βαβυλωνίας σατράπης ἀπεδέδεικτο, καθʼ ὃν καιρὸν ἡ δευτέρα διαίρεσις ἐγενήθη τῶν σατραπειῶν ἐν Τριπαραδείσῳ.
在这些人中,培松被任命为米底亚的总督,而另一个(塞琉古)则被任命为巴比伦尼亚的总督,那是在特里帕拉迪苏斯进行第二次总督辖区划分的时候。
οἱ δὲ περὶ Σέλευκον τοῖς μὲν βασιλεῦσιν ἔφασαν βούλεσθαι παρέχεσθαι χρείας, Εὐμενεῖ μέντοι γε μηδέποθʼ ὑπομενεῖν ποιοῦντας τὸ προσταττόμενον, οὗ Μακεδόνες συνελθόντες κατέγνωσαν θάνατον.
塞琉古及其部属表示,他们愿意为国王们提供服务,但决不容忍服从欧迈尼斯的命令,因为聚集起来的马其顿人已经判处了欧迈尼斯死刑。
πολλὰ δὲ πρὸς ταύτην τὴν προαίρεσιν διαλεχθέντες συνεξέπεμψαν παρʼ αὑτῶν πρεσβευτὴν πρὸς Ἀντιγένην καὶ τοὺς ἀργυράσπιδας, ἀξιοῦντες ἀφιστάναι τῆς ἡγεμονίας Εὐμενῆ.
在对这一决定进行了许多商讨之后,他们派出了自己的使者前往安提根尼斯和银盾兵处,要求他们解除欧迈尼斯的指挥权。
§19.12.3τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις Εὐμενὴς ἐπαινέσας αὐτῶν τὴν προθυμίαν ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν κατεστρατοπέδευσε, τῆς Βαβυλῶνος ἀπέχων σταδίους τριακοσίους.
由于马其顿人对这些话不予理睬,欧迈尼斯赞扬了他们的忠诚,并率领军队出发;他来到底格里斯河畔,在距离巴比伦三百斯塔德的地方驻营。
καὶ πρόθεσιν μὲν εἶχεν εἰς Σοῦσα ποιεῖσθαι τὴν πορείαν, διανοούμενος τὰς ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις μεταπέμπεσθαι καὶ τοῖς βασιλικοῖς θησαυροῖς χρήσασθαι πρὸς τὰς κατεπειγούσας χρείας.
他计划向苏萨进军,打算召集上部总督辖区的军队,并利用王室宝藏来满足燃眉之急。
§19.12.4ἠναγκάζετο δὲ τὸν ποταμὸν διαβαίνειν διὰ τὸ τὴν μὲν κατόπιν χώραν προνενομεῦσθαι, τὴν δὲ πέραν ἀκέραιον εἶναι καὶ δαψιλεῖς δύνασθαι παρέχεσθαι τροφὰς τῷ στρατοπέδῳ.
他被迫渡河,因为后方的地区已经被搜刮殆尽,而对岸却完好无损,能够为军队提供充足的粮食。
§19.12.5συναγαγόντος οὖν αὐτοῦ πλοῖα πανταχόθεν πρὸς τὴν διάβασιν οἱ περὶ Σέλευκον καὶ Πίθωνα κατέπλευσαν δυσὶ μὲν τριήρεσι, κοντωτοῖς δὲ πλείοσιν· ἔτι γὰρ τὰ σκάφη ταῦτα περιῆν ἐκ τῶν ὑπʼ Ἀλεξάνδρου ναυπηγηθέντων περὶ Βαβυλῶνα.
于是,当欧迈尼斯为了渡河而从各处收集船只时,塞琉古和培松率领两艘三列桨战船和较多的撑杆船顺流而下;因为这些船只中还有一些是亚历山大在巴比伦周围建造后遗留下来的。