Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.107.1-19.107.5

阿加托克利斯占领盖拉与屠杀市民

第 184 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯因见迦太基军势强大,担心盖拉叛变,遂用计暗中派兵进驻,随后屠杀数千名盖拉公民并掠夺其财产,最后留兵驻守并与敌军对峙。

§19.107.1Ἀγαθοκλῆς δὲ τὰς τῶν Καρχηδονίων δυνάμεις ὁρῶν ὑπερεχούσας τῶν ἑαυτοῦ διέλαβε τῶν τε φρουρίων οὐκ ὀλίγα μεταθήσεσθαι πρὸς τοὺς Φοίνικας καὶ τῶν πόλεων ὅσαι προσέκοπτον αὐτῷ.
阿加托克利斯看到迦太基人的军队超过了自己的兵力,便料定不仅有相当多的要塞,而且凡是与他有嫌隙的城市,都会倒向腓尼基人一边。
§19.107.2μάλιστα δʼ εὐλαβεῖτο περὶ τῆς τῶν Γελῴων, πυνθανόμενος ἐν τῇ τούτων χώρᾳ πάσας εἶναι τὰς τῶν πολεμίων δυνάμεις.
但他尤其对盖拉人的城市存有戒备,因为他听说敌人的全部主力都在盖拉人的领土上。
ἐγένετο δʼ αὐτῷ περὶ τοῦτον τὸν χρόνον καὶ περὶ τὸν στόλον οὐ μικρὸν ἐλάσσωμα· τῶν γὰρ νεῶν εἴκοσιν ἐπὶ τὸν πορθμὸν ὑποχείριοι τοῖς Καρχηδονίοις κατέστησαν σὺν αὐτοῖς ἀνδράσιν.
就在此时,他的舰队也遭受了不小的损失:在海峡一带,有二十艘船连同船员在内,落入了迦太基人的手中。
§19.107.3οὐ μὴν ἀλλὰ κρίνας τὴν τῶν Γελῴων πόλιν ἀσφαλίσασθαι φρουρᾷ, φανερῶς οὐκ ἐτόλμα δύναμιν εἰσαγαγεῖν, ἵνα μὴ φθάσαι συμβῇ τοὺς Γελῴους προφάσεως δεομένους καὶ τὴν πόλιν ἀποβάλῃ μεγάλας ἀφορμὰς αὐτῷ παρεχομένην.
尽管如此,他虽然决定用守备队来确保盖拉城的安全,却不敢公开派兵进驻,以免让正需要借口的盖拉人占了先机,从而使他失去这个为他提供巨大资源的城市。
§19.107.4ἀπέστειλεν οὖν κατʼ ὀλίγους τῶν στρατιωτῶν ὡς ἐπί τινας χρείας, ἕως ὅτου συνέβη τῷ πλήθει πολὺ προτερῆσαι τῶν πολιτικῶν.
于是,他派士兵以执行某些任务为名,分批少量前往,直到兵力在数量上远远超过了城中的公民。
μετʼ ὀλίγον δὲ καὶ αὐτὸς παραγενόμενος προδοσίαν ἐνεκάλεσε καὶ μετάθεσιν τοῖς Γελῴοις, εἴτε καὶ κατʼ ἀλήθειαν αὐτῶν διανοηθέντων τι πρᾶξαι τοιοῦτον, εἴτε καὶ ψευδέσι διαβολαῖς φυγάδων πεισθεὶς ἢ καὶ χρημάτων βουλόμενος εὐπορῆσαι, καὶ ἀπέσφαξε τῶν Γελῴων πλείους τῶν τετρακισχιλίων καὶ τὰς οὐσίας αὐτῶν ἀνέλαβε.
不久之后,他自己也赶到了,并指控盖拉人犯有叛国和投敌罪——无论是因为他们实际上真的企图做出这种事,还是因为他听信了流亡者的虚假诽谤,亦或是因为他自己想要攫取巨额钱财——他屠杀了四千多名盖拉人,并没收了他们的财产。
προσέταξε δὲ καὶ τοῖς ἄλλοις Γελῴοις πᾶσι τά τε νομίσματα καὶ τὸν ἄσημον ἄργυρόν τε καὶ χρυσὸν ἀνενεγκεῖν, διαπειλησάμενος τιμωρήσασθαι τοὺς ἀπειθήσαντας.
他还命令所有其余的盖拉人交出货币以及未铸造的金银,并威胁要惩罚不顺从的人。
§19.107.5ταχὺ δὲ πάντων πραξάντων τὸ προσταχθὲν διὰ τὸν φόβον χρημάτων τε πλῆθος ἤθροισε καὶ πᾶσι τοῖς ταττομένοις ὑφʼ ἑαυτὸν δεινὴν ἐνεποίησε κατάπληξιν.
由于众人在恐惧之下迅速执行了命令,他聚敛了大量钱财,并使所有归他管辖的人都产生了深深的恐惧。
δόξας δʼ ὠμότερον κεχρῆσθαι τοῦ καθήκοντος τοῖς Γελῴοις τοὺς μὲν ἀποσφαγέντας εἰς τὰς ἐκτὸς τῶν τειχῶν τάφρους συνέχωσεν, ἐν δὲ τῇ πόλει τὴν ἱκανὴν φρουρὰν ἀπολιπὼν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις.
他被认为对盖拉人的处置过于残酷,超出了适当的限度,但他将那些被屠杀的人掩埋在城墙外的壕沟里,并在城中留下了足够的守备队后,便在敌人对面安营扎寨。

词汇与语法注释

  1. 19.107.2σὺν αὐτοῖς ἀνδράσιν — 这是“σύν + 与格 + αὐτός(同格一致)”的希腊语惯用结构,意为“连同……一起”、“……也一并在内”。此处指二十艘船“连同船员(兵士)一并”落入迦太基人之手。
  2. 19.107.3ἵνα μὴ φθάσαι συμβῇ τοὺς Γελῴους προφάσεως δεομένους — 虚拟语气动词 συμβῇ(作无人称动词使用,意为“发生……的事”)以不定式 φθάσαι(先发制人、抢先)为其主语,而该不定式的逻辑主语是宾格 τοὺς Γελῴους,分词 δεομένους 则与该宾格一致。整句构成“免得发生‘正寻找借口的盖拉人抢先下手’这一情况”的双重嵌套结构。
  3. 19.107.4ἕως ὅτου συνέβη τῷ πλήθει πολὺ προτερῆσαι τῶν πολιτικῶν — 由 ἕως ὅτου(直到……)引导的从句。无人称动词 συνέβη 的主语是不定式 προτερῆσαι(超过、优于),τῷ πλήθει 则作为关系与格或逻辑主语。τῶν πολιτικῶν 是受具有比较含义的动词 προτερῆσαι 支配的比较属格,整句意为“直到[士兵的]数量(πλήθει)远远超过了公民(πολιτικῶν)”。
  4. 19.107.5δόξας δʼ ὠμότερον κεχρῆσθαι τοῦ καθήκοντος — 主格分词 δόξας(指代主语阿加托克利斯,意为“被认为”或“似乎”)支配完成时不定式 κεχρῆσθαι(源自 χράομαι“对待、处置”,支配与格 τοῖς Γελῴοις)。该不定式受比较级副词 ὠμότερον(更残酷地)修饰,后接比较属格 τοῦ καθήκοντος(中性现在分词名词化,意为“合宜之事”或“本分”),整句意为“被认为对待[盖拉人]比合宜的限度更为残酷”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.107.1-19.107.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.107.1-19.107.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。