Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.108.1-19.108.6

希墨拉河的对峙与阿加托克利斯的突袭

第 185 段,共 301 段 · 希腊语

内容简介

双方军队因关于该地的预言而犹豫不决,但一场小规模冲突促使阿加托克利斯发动突袭,在迦太基营地内引发了激烈的战斗。

§19.108.1κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος.
迦太基人占领了埃克诺莫斯丘陵,据说这里曾是法拉里斯的堡垒。
ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος· διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι.
据传,这位僭主在此建造了那头因惩罚受酷刑者而臭名昭著的青铜公牛,在使用时其下方会被点火加热;因此,由于他对不幸者的这种残暴不敬,该地也被命名为“埃克诺莫斯”。
§19.108.2ἐκ δὲ θατέρου μέρους Ἀγαθοκλῆς ἕτερον τῶν Φαλάριδος γεγενημένων φρουρίων κατεῖχε, τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φαλάριον.
在另一侧,阿加托克利斯占领了曾属于法拉里斯的另一个要塞,即因他而得名的“法拉里翁”。
καὶ διὰ μέσων μὲν τῶν παρεμβολῶν ἦν ποταμός, ὃν ἀμφότεροι πρόβλημα τῶν πολεμίων ἐπεποίηντο, φῆμαι δὲ κατεῖχον ἐπὶ τῶν προτέρων χρόνων ὅτι δεῖ περὶ τὸν τόπον τοῦτον πλῆθος ἀνθρώπων ἐν μάχῃ διαφθαρῆναι.
在两军营地之间有一条河流,双方都将其作为抵御敌人的防线;然而自古以来便流传着预言,称在这一带注定有大批人在战斗中丧生。
οὐκ ὄντος δὲ φανεροῦ παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα, συνέβαινε δεισιδαιμονεῖν τὰ στρατόπεδα καὶ πρὸς μάχην ὀκνηρῶς ἔχειν.
由于不清楚这场灾难会降临在两方中的哪一方身上,两军都产生了迷信的恐惧,对交战犹豫不决。
§19.108.3διόπερ ἐπὶ πολὺν χρόνον οὐδέτεροι τὸν ποταμὸν ἐτόλμων διαβαίνειν ἀθρόοις στρατιώταις, ἕως ὅτου παράλογός τις αἰτία προεκαλέσατο αὐτοὺς εἰς τὸν ὁλοσχερῆ κίνδυνον.
因此,在很长一段时间里,双方都不敢率领大军渡河,直到一个出乎意料的原因促使他们陷入了全面决战。
τῶν γὰρ Λιβύων κατατρεχόντων τὴν πολεμίαν Ἀγαθοκλῆς παρωξύνθη τὸ παραπλήσιον ποιῆσαι.
因为当利比亚人袭击敌方领土时,阿加托克利斯也被激怒而采取了类似的行动。
ἀγόντων δὲ λείαν τῶν Ἑλλήνων καί τινα τῶν ἀπὸ τῆς παρεμβολῆς ὑποζυγίων ἀπαγαγόντων ἐπεξῆλθον ἐκ τοῦ Καρχηδονίων χάρακος οἱ τούτους διώξοντες.
当希腊人掠夺财物并从敌营中牵走一些役畜时,追击他们的人从迦太基人的营地里冲了出来。
§19.108.4ὁ δʼ Ἀγαθοκλῆς προϊδόμενος τὸ μέλλον ἔσεσθαι παρὰ τὸν ποταμὸν ἔθηκεν ἐνέδραν ἀνδρῶν ἐπιλέκτων ταῖς ἀρεταῖς.
而阿加托克利斯预料到了将要发生的事,便在河边布置了一支由精兵组成的伏兵。
οὗτοι δέ, τῶν Καρχηδονίων τοὺς τὴν λείαν ἄγοντας ἐπιδιωκόντων καὶ διαβάντων τὸν ποταμόν, ἐξανέστησαν ἐκ τῆς ἐνέδρας ἄφνω καὶ προσπεσόντες ἀτάκτοις ῥᾳδίως ἐτρέψαντο.
当迦太基人追击那些携带战利品的人并渡过河时,这支伏兵突然从埋伏处杀出,冲向秩序混乱的敌人,并轻易地将他们击溃。
§19.108.5φονευομένων δὲ τῶν βαρβάρων καὶ πρὸς τὴν ἰδίαν παρεμβολὴν φευγόντων Ἀγαθοκλῆς, νομίσας ἥκειν τὸν καιρὸν τοῦ διαγωνίσασθαι, πᾶσαν ἤγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν.
当蛮族人遭到屠杀并逃回自己的营地时,阿加托克利斯认为决战的时刻已到,便率领全军直逼敌营。
προσπεσὼν δʼ αὐτοῖς ἀπροσδοκήτως καὶ ταχὺ μέρος τῆς τάφρου χώσας ἀνέσπασε τὸν χάρακα καὶ βιαζόμενος εἰς τὴν παρεμβολὴν παρεισέπεσεν.
他出其不意地向他们发起进攻,迅速填平了一部分壕沟,拔除了栅栏,强行攻入了敌人的营地。
§19.108.6οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καταπεπληγμένοι καὶ πρὸς ἔκταξιν οὐ δυνάμενοι λαβεῖν ἀναστροφήν, ὡς ἔτυχε τοῖς πολεμίοις ἀπήντων καὶ ἠγωνίζοντο.
迦太基人因这突如其来的变故而惊慌失措,又无法获得整队迎敌的空间,只能仓促应战。
περὶ δὲ τὴν τάφρον ἀμφοτέρων ἐρρωμένως κινδυνευόντων ταχὺ πᾶς ὁ πλησίον τόπος νεκρῶν κατεστρώθη· οἵ τε γὰρ τῶν Καρχηδονίων ἐπιφανέστατοι τὴν παρεμβολὴν ὁρῶντες ἁλισκομένην ἐβοήθουν, οἵ τε περὶ τὸν Ἀγαθοκλέα τῷ προτερήματι τεθαρρηκότες καὶ νομίζοντες ἑνὶ κινδύνῳ καταλύσειν πάντα τὸν πόλεμον ἐνέκειντο τοῖς βαρβάροις.
随着双方在壕沟旁展开激烈交战,周围很快就尸横遍野;因为迦太基人中最显赫的将领眼见营地即将失守,纷纷前来增援,而阿加托克利斯身边的士兵则因初战告捷而士气高涨,认为只需一次决战便可彻底结束战争,于是向蛮族人发起了猛烈进攻。

词汇与语法注释

  1. §19.108.1ὑποκαιομένου τοῦ κατασκευάσματος — 属格绝对结构。名词 κατασκευάσματος(构造物、装置;此处指青铜公牛)搭配现在中被动分词 ὑποκαιομένου(在其下方点火),表示动作的伴随状况。
  2. §19.108.1προσηγορεῦσθαι — 间接引语中的不定式。受前句 λέγεται(据说)支配,与宾格 τὸν τόπον Ἔκνομον(名为埃克诺莫斯的地方)作为主语,共同构成“宾格加不定式”结构。
  3. §19.108.2οὐκ ὄντος δὲ φανεροῦ παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα — 无人称形容词的属格绝对结构。οὐκ ὄντος φανεροῦ(当不清晰时)作无人称使用,而间接疑问从句 παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα(灾难会降临在两方中的哪一方)充当其实际上的主语。
  4. §19.108.6πρὸς ἔκταξιν οὐ δυνάμενοι λαβεῖν ἀναστροφήν — 名词 ἀναστροφή 通常意为“转身、折返”,但在军事语境中,此处表示“活动空间、回旋余地”。与 πρὸς ἔκταξιν(为了整队迎敌)连用,表示“无法获得整队迎敌的时间或空间余地”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.108.1-19.108.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.108.1-19.108.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。