§19.103.1ἅμα δὲ τούτοις πρασσομένοις Δεινοκράτης ὁ τῶν Συρακοσίων φυγάδων ἡγούμενος πρὸς μὲν τοὺς Καρχηδονίους διεπέμπετο, βοηθεῖν ἀξιῶν πρὶν ἢ τὸν Ἀγαθοκλέα πᾶσαν ὑφʼ ἑαυτὸν ποιήσασθαι Σικελίαν, §19.103.2αὐτὸς δὲ προσδεξάμενος τοὺς ἐκ Μεσσήνης ἐκβεβλημένους φυγάδας, ἔχων ἁδρὰν δύναμιν, ἀπέστειλέν τινα τῶν περὶ αὑτὸν Νυμφόδωρον, δοὺς μέρος τῶν στρατιωτῶν, §19.103.3ἐπὶ τὴν Κεντοριπίνων πόλιν·
在这些事情进行的同时,叙拉古流亡者的领袖戴诺克拉特斯派人前往迦太基人那里,请求他们在阿加托克利斯将整个西西里置于自己统治之下前提供援助,他自己则接纳了从美塞尼被驱逐的流亡者,拥有一支强大的军队,并派他身边的亲信之一宁芙多鲁斯率领一部分士兵,前往肯托里皮人的城市。
ταύτην γὰρ φρουρουμένην ὑπʼ Ἀγαθοκλέους τῶν πολιτικῶν τινες ἐπηγγείλαντο παραδώσειν, ἐφʼ ὅτῳ τὴν αὐτονομίαν δοθῆναι τῷ δήμῳ.
因为这座城市虽由阿加托克利斯驻兵把守,但部分市民曾承诺要背叛并移交此城,条件是“给子民自治权”。
παρεισπεσόντος δʼ εἰς τὴν πόλιν αὐτοῦ νυκτὸς οἱ προεστῶτες τῆς φρουρᾶς αἰσθόμενοι τὸ γεγονὸς αὐτόν τε τὸν Νυμφόδωρον ἀνεῖλον καὶ τοὺς βιαζομένους ἐντὸς τοῦ τείχους.
然而,当他于夜间潜入城内时,守军的指挥官察觉到了这一动静,便杀死了宁芙多鲁斯本人以及那些强行攻入城墙内的人。
§19.103.4ταύτης δὲ τῆς ἀφορμῆς λαβόμενος Ἀγαθοκλῆς ἐνεκάλεσέ τε τοῖς Κεντοριπίνοις καὶ τοὺς δόξαντας αἰτίους γεγονέναι τοῦ νεωτερισμοῦ πάντας ἀπέσφαξε.
阿加托克利斯抓住这个借口,指控肯托里皮人,并将所有被认为对这次叛乱负有责任的人全部屠杀。
περὶ ταῦτα δʼ ὄντος τοῦ δυνάστου Καρχηδόνιοι καταπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων πεντήκοντα σκάφεσιν ἄλλο μὲν οὐδὲν ἠδυνήθησαν πρᾶξαι, δυσὶ δὲ περιπεσόντες φορτηγοῖς πλοίοις τὴν μὲν ἐξ Ἀθηνῶν κατέδυσαν, τῶν δʼ ἐπιπλεόντων τὰς χεῖρας ἀπέκοψαν.
在此期间,当统治者正忙于这些事务时,迦太基人率领五十艘船只驶入叙拉古的大港,但他们未能采取任何其他行动,只是碰巧遇到了两艘商船,他们击沉了来自雅典的那艘,并砍断了船上人员的双手。
§19.103.5δοξάντων δʼ αὐτῶν ὠμῶς κεχρῆσθαι μηδʼ ὁτιοῦν ἀδικοῦσι ταχὺ τὸ δαιμόνιον αὐτοῖς ἐπεσήμαινεν· εὐθὺ γὰρ τοῦ στόλου τινὲς νῆες ἀποσχισθεῖσαι περὶ τὴν Βρεττίαν ἑάλωσαν ὑπὸ τῶν Ἀγαθοκλέους στρατηγῶν καὶ τὸ παραπλήσιον οἱ ζωγρηθέντες τῶν Φοινίκων ἔπαθον οἷς ἔπραξαν εἰς τοὺς ἁλόντας.
由于他们被认为对毫无过错的人采取了残暴的行径,神意很快就向他们示警;因为他们舰队中的一些船只在布雷蒂亚附近脱离,随即被阿加托克利斯的将官捕获,而被活捉的腓尼基人也遭受了与他们对被捕者所做出的相同惩罚。