§18.9.1εὔθετον, ὃν ἡ τύχη ταχέως αὐτοῖς παρεσκεύασε·
(这是一个恰当的契机,)命运很快为他们准备好了这个契机。
μετʼ ὀλίγον γὰρ τελευτήσαντος Ἀλεξάνδρου καὶ τῆς βασιλείας υἱοὺς διαδόχους οὐκ ἔχοντος ἐτόλμησαν ἀντιλαβέσθαι τῆς ἐλευθερίας καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἡγεμονίας.
因为不久之后亚历山大去世,王国又没有儿子作为继承人,他们便敢于争取自由和希腊人的共同霸权。
ἀφορμὰς δὲ ἔσχον εἰς τὸν πόλεμον τό τε πλῆθος τῶν καταλειφθέντων ὑφʼ Ἁρπάλου χρημάτων, περὶ ὧν τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ διήλθομεν, ὁμοίως δὲ καὶ τοὺς κατὰ τὴν Ἀσίαν ἀμίσθους γενομένους ὑπὸ τῶν σατραπῶν μισθοφόρους, ὄντας μὲν ὀκτακισχιλίους, διατρίβοντας δὲ περὶ Ταίναρον τῆς Πελοποννήσου.
他们拥有发动战争的凭借,一方面是哈帕路斯留下的巨额资金(关于这一点,我们在前一卷中已作了详细叙述),另一方面则是那些在亚洲被各总督解雇且没有发给军饷的雇佣兵,他们人数达八千,当时正滞留在伯罗奔尼撒的泰纳隆岬附近。
§18.9.2διὸ καὶ τούτους προσέταξαν ἐν ἀπορρήτοις Λεωσθένει τῷ Ἀθηναίῳ τὸ μὲν πρῶτον ἀναλαβεῖν αὐτοὺς ὡς ἰδιοπραγοῦντα χωρὶς τῆς τοῦ δήμου γνώμης, ὅπως ὁ μὲν Ἀντίπατρος ῥᾳθυμότερον διατεθῇ πρὸς τὰς παρασκευὰς, καταφρονῶν τοῦ Λεωσθένους, οἱ δʼ Ἀθηναῖοι σχολὴν λάβωσι καὶ χρόνον προκατασκευάσαι τι τῶν εἰς τὸν πόλεμον χρησίμων.
因此,他们还在暗中命令雅典人莱奥斯塞内斯,起初以个人行动的名义、在不经公民大会同意的情况下招募他们,以便安提帕特因轻视莱奥斯塞内斯而对战争准备更加懈怠,而雅典人则可以获得闲暇和时间,预先准备一些对战争有用的物资。
§18.9.3διὸ καὶ Λεωσθένης μετὰ πολλῆς ἡσυχίας μισθωσάμενος τοὺς προειρημένους παραδόξως ἑτοίμην ἔσχε πρὸς τὰς πράξεις ἀξιόλογον δύναμιν· ἐστρατευμένοι γὰρ κατὰ τὴν Ἀσίαν πολὺν χρόνον καὶ πολλῶν καὶ μεγάλων ἀγώνων μετεσχηκότες ἀθληταὶ τῶν κατὰ πόλεμον ἔργων ἐγεγένηντο.
因此,莱奥斯塞内斯在极度保密的情况下雇用了上述人员,出人意料地拥有了一支随时可以付诸行动的强大力量;因为他们曾在亚洲长期征战,参与过许多重大的战役,已经成为战争事务中训练有素的精兵。
§18.9.4ταῦτα μὲν οὖν οὕτως ἐπράττετο μήπω καλῶς ἐγνωσμένης τῆς Ἀλεξάνδρου τελευτῆς·
因此,这些事情是在亚历山大去世的消息尚未完全确定时这样进行的。
ἐπεὶ δέ τινες ἐκ Βαβυλῶνος ἧκον αὐτόπται γεγονότες τῆς τοῦ βασιλέως μεταλλαγῆς, τότε φανερῶς ὁ δῆμος ἀπεκαλύψατο πρὸς τὸν πόλεμον καὶ τῶν μὲν Ἁρπάλου χρημάτων μέρος ἐξέπεμψε τῷ Λεωσθένει καὶ πανοπλίας οὐκ ὀλίγας καὶ παρήγγειλε μηκέτι παρακρύπτειν, ἀλλὰ φανερῶς πράττειν τι τῶν συμφερόντων.
但当一些亲眼目睹了国王去世的人从巴比伦归来时,此时公民大会便公开表明了战争的态度,并将哈帕路斯的部分资金以及为数不少的盔甲送给莱奥斯塞内斯,并命令他不再隐秘行事,而是公开采取有利于国家的行动。
§18.9.5ὁ δὲ διαδοὺς τοῖς μισθοφόροις τὰς συντάξεις καὶ καθοπλίσας τοὺς ἀνόπλους παρῆλθεν εἰς Αἰτωλίαν, συνθησόμενος κοινοπραγίαν.
他向雇佣兵分发了军饷,武装了没有武器的人,然后前往埃托利亚,以缔结共同行动的盟约。
ἀσμένως δὲ τῶν Αἰτωλῶν συνυπακουσάντων καὶ διδόντων αὐτῷ στρατιώτας ἑπτακισχιλίους ὁ μὲν Λεωσθένης διαπεμπόμενος πρός τε τοὺς Λοκροὺς καὶ Φωκεῖς καὶ τοὺς ἄλλους τοὺς πλησιοχώρους παρεκάλει τῆς αὐτονομίας ἀντέχεσθαι καὶ τῆς τῶν Μακεδόνων δεσποτείας
由于埃托利亚人欣然响应,并交给他七千名士兵,莱奥斯塞内斯便向洛克里人、福基斯人以及其他邻近的部族派遣使者,劝说他们坚守自治,并从马其顿人的统治中……