Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.10.1-18.10.5

雅典开战决议与希腊各城邦结盟

第 11 段,共 301 段 · 希腊语

内容简介

在雅典公民大会上,尽管遭到有产者的反对,依靠当雇佣兵维持生计的平民仍在煽动家的唆使下投票决定开战。雅典向各地派遣使者宣传解放希腊,并与许多城市结成同盟,但这一鲁莽决定也遭到了有识之士的批评。

§18.10.1ἐλευθερῶσαι τὴν Ἑλλάδα·
(并)解放希腊。
ὁ δὲ δῆμος τῶν Ἀθηναίων, τῶν μὲν κτηματικῶν συμβουλευόντων τὴν ἡσυχίαν ἄγειν, τῶν δὲ δημοκόπων ἀνασειόντων τὰ πλήθη καὶ παρακαλούντων ἐρρωμένως ἔχεσθαι τοῦ πολέμου, πολὺ τοῖς πλήθεσιν ὑπερεῖχον οἱ τὸν πόλεμον αἱρούμενοι καὶ τὰς τροφὰς εἰωθότες ἔχειν ἐκ τοῦ μισθοφορεῖν· οἷς ποτʼ ἔφησεν ὁ Φίλιππος τὸν μὲν πόλεμον εἰρήνην ὑπάρχειν, τὴν δὲ εἰρήνην πόλεμον.
在雅典的公民大会上,虽然有产者建议保持平静,但煽动家们却煽动群众,并极力劝说他们坚持进行战争。 那些选择战争且习惯于依靠当雇佣兵维持生计的人,在人数上远远超过了其他人——腓力曾对这些人说,对他们而言,战争就是和平,而和平就是战争。
§18.10.2εὐθὺς οὖν οἱ μὲν ῥήτορες τὰς τῶν δημοτικῶν ὁρμὰς σωματοποιοῦντες ἔγραψαν ψήφισμα τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας φροντίσαι τὸν δῆμον καὶ τὰς μὲν φρουρουμένας πόλεις ἐλευθερῶσαι, ναῦς δὲ παρασκευάσαι τετρήρεις μὲν τεσσαράκοντα, τριήρεις δὲ διακοσίας, στρατεύσασθαι δὲ πάντας Ἀθηναίους τοὺς μέχρι ἐτῶν τεσσαράκοντα καὶ τρεῖς μὲν φυλὰς τὴν Ἀττικὴν παραφυλάττειν, τὰς δʼ ἑπτὰ πρὸς τὰς ὑπερορίους στρατείας ἑτοίμους εἶναι.
因此,演说家们立即将平民的冲动付诸文字,起草了一项决议案:公民大会应关注希腊人的共同自由,并解放那些驻有守备队的城市;装备四十艘四列桨战船和二百艘三列桨战船;四十岁以下的所有雅典人均须服兵役,其中三个部落留守阿提卡,其余七个部落则做好准备进行境外远征。
§18.10.3ἐκπέμψαι δὲ καὶ πρέσβεις τοὺς ἐπελευσομένους τὰς Ἑλληνίδας πόλεις καὶ διδάξοντας ὅτι καὶ πρότερον μὲν ὁ δῆμος, τὴν Ἑλλάδα πᾶσαν κοινὴν εἶναι πατρίδα κρίνων τῶν Ἑλλήνων, τοὺς ἐπὶ δουλείᾳ στρατευσαμένους βαρβάρους ἠμύνατο κατὰ θάλασσαν καὶ νῦν οἴεται δεῖν ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ προκινδυνεύειν.
并且派遣使者巡回于各希腊城市,告知他们:过去,公民大会判定整个希腊是希腊人共同的祖国,因而在海上击退了企图奴役他们的蛮族;而现在,公民大会同样认为应当为了希腊人的共同安全,以肉身、财富和战船率先垂范,不避艰险。
§18.10.4κυρωθέντος δὲ τοῦ ψηφίσματος προχειρότερον ἢ συνέφερεν οἱ μὲν συνέσει διαφέροντες τῶν Ἑλλήνων ἔφασαν τὸν δῆμον τῶν Ἀθηναίων τὰ μὲν πρὸς εὐδοξίαν εὖ βεβουλεῦσθαι, τοῦ δὲ συμφέροντος διημαρτηκέναι·
当这项决议以一种比对国家有利更为轻率的方式通过后,希腊人中聪慧之士便说,雅典人民虽然在追求名望方面作出了极佳的决定,但在切身利益上却犯了巨大的错误。
προεξανίστασθαι γὰρ αὐτὸν τῶν καιρῶν καὶ πρὸς ἀνικήτους καὶ μεγάλας δυνάμεις ἐπιβάλλεσθαι διακινδυνεύειν μηδεμιᾶς ἀνάγκης κατεπειγούσης καὶ φρονήσει δοκοῦντα διαφέρειν μηδὲ ταῖς περιβοήτοις τῶν Θηβαίων συμφοραῖς νενουθετῆσθαι.
因为他们是在时机未成熟时便贸然起事,且在毫无迫切必要的情况下,企图与无敌而强大的势力进行冒险决战;而且,尽管他们被认为在智慧上超群绝伦,却连底比斯人那众所周知的灾难都没能给他们带来警示。
§18.10.5οὐ μὴν ἀλλὰ τῶν πρέσβεων ἐπιπορευομένων τὰς πόλεις καὶ τῇ συνήθει τῶν λόγων δεινότητι παρορμώντων πρὸς τὸν πόλεμον αἱ πλεῖσται μὲν συνέθεντο τὴν συμμαχίαν,
尽管如此,随着使者们巡回于各城市,并以其惯常的雄辩口才煽动战争,大多数城市还是缔结了同盟,

词汇与语法注释

  1. 18.10.1ἐλευθερῶσαι τὴν Ἑλλάδα — 这是一个直接依附于前一章末尾动词 `παρεκάλει` 的不定式短语。它承接了前文末尾的 `τῆς τῶν Μακεδόνων δεσποτείας`(从马其顿人的统治中),明确表达了“解放希腊”这一目的。
  2. 18.10.1ὁ δὲ δῆμος τῶν Ἀθηναίων... ὑπερεῖχον — 尽管主语 `ὁ δῆμος` 是单数名词,但动词却采用了复数形式 `ὑπερεῖχον`。这是一种“依意一致”(constructio ad sensum),因为作者心中所想的是构成公民大会的复数个体,即后文同位语成分 `οἱ τὸν πόλεμον αἱρούμενοι...` 所指代的那些人。
  3. 18.10.2φροντίσαι τὸν δῆμον — 一个带宾格词的不定式结构(主语为 `τὸν δῆμον`),用以说明名词 `ψήφισμα`(决议案)的具体内容。由 `φροντίσαι` 开始,后续的一系列不定式(`ἐλευθερῶσαι`, `παρασκευάσαι`, `στρατεύσασθαι`, `παραφυλάττειν`, `ἑτοίμους εἶναι`)均并列用以陈述决议案的各项具体规定。
  4. 18.10.4προχειρότερον ἢ συνέφερεν — 比较级副词 `προχειρότερον`(更轻率地、更匆忙地)后接 `ἤ`(比……)以及未完成过去时动词 `συνέφερεν`(有利),表示一种不成比例的比较,意为“比实际有利的程度更为轻率”或“过于轻率以致无利可图”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.10.1-18.10.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.10.1-18.10.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。