§18.67.1βιαζομένου δὲ τοῦ Φωκίωνος καὶ πρὸς περίστασιν ἀπεγνωσμένην ὑπὲρ τοῦ ζῆν ἀγωνιζομένου οἱ μὲν πλησίον ὄντες ἤκουον τῶν τῆς ὑποθέσεως δικαίων, οἱ δὲ μακρότερον διεστηκότες διὰ τὸ μέγεθος τῆς κραυγῆς τῶν θορυβούντων ἤκουον μὲν οὐδέν, αὐτὴν δὲ μόνην ἐθεώρουν τὴν τοῦ σώματος κίνησιν, γινομένην ἐναγώνιον καὶ ποικίλην διὰ τὸ μέγεθος τοῦ κινδύνου.
当福基翁力图发言、并在绝境中为生命而战时,靠近他的人听到了他辩护的公正道理,但站得较远的人因喧哗者巨大的叫喊声而什么也听不见,他们只看到他的身体动作,由于危险之大,这动作显得挣扎而多变。
§18.67.2τέλος δὲ ἀπογνοὺς τὴν σωτηρίαν ὁ Φωκίων ἀνεβόησε, δεόμενος αὐτοῦ μὲν καταψηφίσασθαι τὸν θάνατον, τῶν δʼ ἄλλων φείδεσθαι.
最后,福基翁对生还感到绝望,便大声呼喊,请求免去其他人的罪,而只判处自己死刑。
ἀμεταθέτου δὲ· τῆς τοῦ πλήθους ὁρμῆς καὶ βίας οὔσης παρεπορεύοντό τινες τῶν φίλων συνηγορήσοντες τῷ Φωκίωνι, ὧν τὰς μὲν ἀρχὰς τῶν λόγων ἤκουον, ὁπότε δὲ προβαίνοντες φανεροὶ καθίσταντο τὴν ἀπολογίαν διεξιόντες, ἐξεβάλλοντο τοῖς θορύβοις καὶ ταῖς ἐναντιουμέναις κραυγαῖς.
虽然群众的冲动和暴力不可动摇,但他的几位朋友还是走上前去为福基翁辩护。 起初人们还能听到他们话语的开头,但当他们走上前去、显露身形并详细展开辩护时,却被嘈杂声和反对的叫喊声轰了下去。
§18.67.3τὸ δʼ ἔσχατον πανδήμῳ φωνῇ καταχειροτονηθέντες εἰς τὸ δεσμωτήριον ἤγοντο τὴν ἐπὶ θανάτῳ. συνηκολούθουν δὲ αὐτοῖς πολλοὶ τῶν σπουδαίων ἀνδρῶν, ὀδυρόμενοι καὶ συμπάσχοντες ἐπὶ τῷ μεγέθει τῶν ἀτυχημάτων·
最终,他们被全体举手通过判处死刑,并被带往监狱执行死刑。
§18.67.4τὸ γὰρ πρωτεύοντας ἄνδρας ταῖς δόξαις καὶ ταῖς εὐγενείαις, πολλὰ πεπραχότας ἐν τῷ ζῆν φιλάνθρωπα, μήτε λόγου μήτε κρίσεως δικαίας τυγχάνειν πολλοὺς ἦγεν εἰς ἐπίστασιν διανοίας καὶ φόβον, ἀστάτου καὶ κοινῆς ἅπασι τῆς τύχης οὔσης.
许多优秀的人跟随着他们,为这巨大的灾难感到哀伤并同情他们;因为那些在名望和高贵出身方面首屈一指、一生中做过许多善事的人,既得不到申辩的机会,也得不到公正的审判,这使许多人陷入了深思和恐惧,因为命运是无常且人人皆然的。
§18.67.5πολλοὶ δὲ καὶ τῶν δημοτικῶν καὶ πικρῶς διακειμένων πρὸς αὐτὸν ἐλοιδόρουν τε ἀνηλεῶς καὶ πικρῶς ὠνείδιζον αὐτῷ τὰς συμφοράς· τὸ γὰρ ἐν ταῖς εὐτυχίαις σιωπώμενον μῖσος, ὅταν ἐκ μεταβολῆς ἐν ταῖς ἀτυχίαις ἐκραγῇ, ταῖς ὀργαῖς ἀποθηριοῦται πρὸς τοὺς μισουμένους.
许多平民以及对他怀有敌意的人也无情地辱骂他,并刻薄地嘲笑他的不幸;因为在顺境中被隐藏的仇恨,一旦由于局势的变化在逆境中爆发出来,其对被恨之人的愤怒就会变得如同野兽般凶残。
§18.67.6διὰ δὲ τῆς τοῦ κωνείου πόσεως κατὰ τὸ πάτριον ἔθος τὸν βίον καταλύσαντες ἐρρίφησαν ἄταφοι πάντες ἐκ τῶν τῆς Ἀττικῆς ὅρων.
他们按照祖宗的习俗,通过饮用毒参汁结束了生命,所有人均未获葬,被扔到了阿提卡国境之外。
ὁ μὲν οὖν Φωκίων καὶ οἱ μετʼ αὐτοῦ διαβληθέντες τοιαύτην ἔσχον τὴν τοῦ βίου καταστροφήν.
福基翁以及与他一同被指控的人,便落得如此的人生结局。