§18.60.1ἃ καὶ τότε διανοούμενος Εὐμενὴς ἐμφρόνως τὰ καθʼ ἑαυτὸν ἠσφαλίσατο, προορώμενος τὴν τῆς τύχης καινοτομίαν.
当时也考虑到这些情况的尤曼尼斯,预见到命运的变幻,明智地确保了自己的安全。
ὁρῶν γὰρ ἑαυτὸν μὲν ξένον ὄντα καὶ μηδὲν προσήκοντα βασιλικαῖς ἐξουσίαις, τοὺς δʼ ὑποταττομένους Μακεδόνας θάνατον αὐτοῦ προκατεγνωκότας, τοὺς δʼ ἐν ταῖς στρατιωτικαῖς ἡγεμονίαις διατρίβοντας φρονήματος πλήρεις ὑπάρχοντας καὶ μεγάλων πραγμάτων ὀρεγομένους ὑπέλαβεν ἔσεσθαι περὶ αὐτὸν συντόμως καταφρόνησιν ἅμα καὶ φθόνον καὶ τὸ τελευταῖον τὸν περὶ τοῦ ζῆν κίνδυνον·
因为他看到自己是个异邦人,与王室权力毫无渊源,而受他管辖的马其顿人此前曾判处他死刑,担任军队将领的人则心高气傲、觊觎大权,因此他料定不久之后自己周围就会产生轻视和嫉妒,最终甚至会危及生命。
μηδένα γὰρ ποιήσειν ἑκουσίως τὸ προσταττόμενον ὑπὸ τῶν ἡττόνων εἶναι δοκούντων μηδὲ καρτερήσειν δεσποζόμενον ὑπὸ τῶν ὀφειλόντων ἑτέροις ὑποτάττεσθαι.
因为他认为,没有人会心甘情愿地执行那些看起来比自己低微的人所下达的命令,也没有人能忍受被那些理应顺从他人的人所统治。
§18.60.2δοὺς δὲ αὑτῷ περὶ τούτων λόγον πρῶτον μὲν διδομένων αὐτῷ τῶν πεντακοσίων ταλάντων κατὰ τὰς τῶν βασιλέων ἐπιστολὰς εἰς ἀνάληψιν καὶ κατασκευὴν οὐκ ἔφησε λήψεσθαι· μὴ γὰρ προσδεῖσθαι τηλικαύτης δωρεᾶς, ὡς ἂν μηδεμιᾶς αὐτοῦ σπεύδοντος τυχεῖν ἡγεμονίας.
尤曼尼斯对此进行了深思熟虑,首先,当根据国王们的来信向他提供五百塔兰同以用于重整和装备时,他表示不予接受;因为他声称自己并不需要如此巨额的馈赠,毕竟他并不急于获取任何统治权。
§18.60.3καὶ γὰρ νῦν οὐχ ἑκουσίως αὐτὸν ὑπακηκοέναι πρὸς ταύτην τὴν χρείαν, ἀλλʼ ὑπὸ τῶν βασιλέων συνηναγκάσθαι προσδέξασθαι τὴν τοιαύτην λειτουργίαν.
因为事实上,即便在现在,他也不是自愿顺从这一服务的,而是被迫接受国王们强加给他的这种公职。
καθόλου γὰρ διὰ τὴν συνέχειαν τῆς στρατείας μηκέτι δύνασθαι φέρειν τὰς κακοπαθίας καὶ πλάνας, καὶ ταῦτα μηδεμιᾶς ὑποκειμένης ἀρχῆς ξένῳ καὶ τῆς ὁμοεθνοῦς τοῖς Μακεδόσιν ἐξουσίας κεχωρισμένῳ.
总之,由于连年征战,他已无法再承受这些艰辛和流离,况且对于一个异邦人、一个被排斥在与马其顿人同族权力之外的人来说,他并没有任何现成的统治根基。
§18.60.4ἀπεφαίνετο δὲ αὑτὸν ἑωρακέναι κατὰ τὸν ὕπνον ὄψιν παράδοξον, ἣν ἀναγκαῖον ἡγεῖσθαι δηλῶσαι πᾶσι· δοκεῖν γὰρ αὐτὴν πολλὰ συνεργήσειν πρός τε ὁμόνοιαν καὶ τὸ κοινῇ συμφέρον.
尤曼尼斯声称自己在睡眠中见到了一个奇特的异象,他认为有必要向所有人公开;因为他相信这对于和睦与共同利益将大有裨益。
§18.60.5δόξαι γὰρ κατὰ τὸν ὕπνον ὁρᾶν Ἀλέξανδρον τὸν βασιλέα ζῶντα καὶ τῇ βασιλικῇ σκευῇ κεκοσμημένον χρηματίζειν καὶ τὰ προστάγματα διδόναι τοῖς ἡγεμόσι καὶ πάντα τὰ κατὰ τὴν βασιλείαν διοικεῖν ἐνεργῶς.
因为他在梦中仿佛看见国王亚历山大还活着,穿着王室的服饰,处理国事,向将领们下达命令,并积极地管理着王国的所有事务。
§18.60.6»διόπερ οἶμαι δεῖν ἐκ τῆς βασιλικῆς γάζης κατασκευάσαι χρυσοῦν θρόνον, ἐν ᾧ τεθέντος τοῦ διαδήματος καὶ σκήπτρου καὶ στεφάνου καὶ τῆς ἄλλης κατασκευῆς ἐπιθύειν ἅμʼ ἡμέρᾳ πάντας αὐτῷ τοὺς ἡγεμόνας καὶ πλησίον τοῦ θρόνου συνεδρεύειν καὶ τὰ προστάγματα λαμβάνειν ἐκ τοῦ ὀνόματος τοῦ βασιλέως, ὡς ζῶντος καὶ προεστηκότος τῆς ἰδίας βασιλείας.
“因此,我认为有必要用王室宝库中的金子制造一个黄金宝座,在宝座上放置王冠(迪亚德玛)、王笏、冠冕以及其他服饰;每日拂晓时分,所有将领当一同向其献祭,并在宝座附近举行会议,以国王的名义接受命令,仿佛他还活着并亲自领导着自己的王国。
«
”