§18.59.1εὐθὺς οὖν παραγγείλας τοῖς περὶ αὐτὸν ἀναζευγνύειν προῆγεν ἐκ Καππαδοκίας, ἔχων ἱππεῖς μὲν περὶ πεντακοσίους, πεζοὺς δὲ πλείους τῶν δισχιλίων·
于是,[尤曼尼斯]随即命令部下开拔,率领约五百名骑兵和两千多名步兵从卡帕多西亚出发。
οὐ γὰρ ἔσχεν ἀναστροφὴν προσδέξασθαι τοὺς ἀφυστεροῦντας τῶν ἐπηγγελμένων συστρατεύσεσθαι διὰ τὸ προσάγειν παρʼ Ἀντιγόνου δύναμιν ἀξιόλογον καὶ στρατηγοὺς τοὺς περὶ Μένανδρον, κωλύσοντας αὐτὸν ἐνδιατρίβειν τῇ Καππαδοκίᾳ, πολέμιον γενόμενον τοῖς περὶ Ἀντίγονον.
因为安提柯派来了一支相当规模的军队以及梅南德率领的将领们,他们企图阻止已与安提柯一方为敌的尤曼尼斯在卡帕多西亚逗留;因此,由于这股力量的逼近,他没有多余的时间去等待那些虽承诺共同出征却行动滞后者。
§18.59.2ἀλλὰ γὰρ ἡ δύναμις αὕτη τρισὶν ὕστερον ἡμέραις παραγενομένη καὶ τῶν καιρῶν ὑστεροῦσα ἐπεβάλετο μὲν διώκειν τοὺς μετʼ Εὐμενοῦς προάγοντας, οὐ δυναμένη δὲ καταλαβεῖν ἐπανῆλθεν εἰς Καππαδοκίαν.
然而,这支军队在三天后才到达,错失了良机,他们虽企图追击与尤曼尼斯一同前进的队伍,但因无法追上而返回了卡帕多西亚。
§18.59.3ὁ δʼ Εὐμενὴς συντόνους τὰς ὁδοιπορίας ποιησάμενος καὶ ταχὺ τὸν Ταῦρον ὑπερβαλὼν ἧκεν εἰς τὴν Κιλικίαν.
尤曼尼斯进行了强行军,迅速越过托罗斯山脉,来到了基里基亚。
οἱ δὲ τῶν ἀργυρασπίδων ἡγεμόνες Ἀντιγένης καὶ Τεύταμος, πειθαρχοῦντες ταῖς παρὰ τῶν βασιλέων ἐπιστολαῖς, ἀπάντησιν ἐποιήσαντο τῷ Εὐμενεῖ μετὰ τῶν φίλων ἐκ πολλοῦ διαστήματος.
而“银盾兵”的领袖安提根尼斯和泰乌塔摩斯,服从国王们的来信,带着他们的朋友从很远的地方来迎接尤曼尼斯。
ἀσπασάμενοι δὲ φιλοφρόνως καὶ συγχαρέντες ἐπὶ τῷ διασεσῶσθαι παραδόξως αὐτὸν ἐκ τῶν μεγίστων κινδύνων ἐπηγγέλλοντο πάντα συμπράξειν αὐτῷ προθύμως· οἵ τε ἀργυράσπιδες Μακεδόνες, ὄντες περὶ τρισχιλίους, ὁμοίως ἀπήντησαν μετὰ φιλοφροσύνης τε καὶ ὁρμῆς.
他们亲切地向他问候,并为他出乎意料地从极大的危险中死里逃生而共同庆贺,承诺将热心协助他进行一切事务;而约有三千人的马其顿“银盾兵”,也同样怀着亲切与热忱来迎接他。
§18.59.4πάντες δʼ ἐθαύμαζον τὸ τῆς τύχης εὐμετάβολον καὶ παράδοξον, ὁρῶντες τούς τε βασιλεῖς καὶ τοὺς Μακεδόνας ὀλίγῳ μὲν χρόνῳ πρότερον κατεγνωκότας Εὐμενοῦς καὶ τῶν φίλων αὐτοῦ θάνατον, τότε δὲ ἐπιλαθομένους τῆς ἰδίας κρίσεως μὴ μόνον ἀθῷον ἀφεικότας τῆς τιμωρίας, ἀλλὰ καὶ πάσης τῆς βασιλείας τὴν ἡγεμονίαν αὐτῷ παραδεδωκότας.
所有人对命运的多变与不可思议都感到惊叹,因为他们看到,就在不久前还判处尤曼尼斯及其朋友死刑的国王们和马其顿人,此时却忘记了自己的决定,不仅免除了他的惩罚并宣告无罪,甚至还将整个王国的统治权交给了他。
§18.59.5καὶ τοῦτʼ εὐλόγως ἔπασχον ἅπαντες οἱ τότε τὰς Εὐμενοῦς ἐπισκοπούμενοι περιπετείας.
当时凡是注视着尤曼尼斯命运起伏的人,自然都会产生这样的感触。
τίς γὰρ οὐκ ἂν λαβὼν ἔννοιαν τῆς κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίας καταπλαγείη τὴν ἐπʼ ἀμφότερα τὰ μέρη τῆς τύχης παλίρροιαν;
因为,只要想到人类生活的多变无常,谁能不被命运向两个方向的剧烈起伏而震撼呢?
ἢ τίς ἂν ταῖς κατὰ τὴν εὐτυχίαν ἐξουσίαις πιστεύσας ἀναλάβοι φρόνημα μεῖζον τῆς ἀνθρωπίνης ἀσθενείας;
又或者,谁若迷信好运所带来的权力,还会产生出超出人类自身脆弱性的傲慢呢?
§18.59.6ὁ γὰρ κοινὸς βίος ὥσπερ ὑπὸ θεῶν τινος οἰακιζόμενος ἐναλλὰξ ἀγαθοῖς τε καὶ κακοῖς κυκλεῖται πάντα τὸν αἰῶνα.
因为世人的生活,仿佛由某种神灵在掌舵,在漫长岁月中始终在好运与坏运交替中循环。
διόπερ παράδοξόν ἐστιν οὐκ εἰ γέγονέν τι παράλογον, ἀλλʼ εἰ μὴ πᾶν ἐστι τὸ γινόμενον ἀνέλπιστον.
因此,发生了出乎意料的事并不奇怪,倒是发生的一切并非意想不到才算奇怪。
διὸ καὶ τὴν ἱστορίαν προσηκόντως ἄν τις ἀποδέξαιτο· τῇ γὰρ τῶν πράξεων ἀνωμαλίᾳ καὶ μεταβολῇ διορθοῦται τῶν μὲν εὐτυχούντων τὴν ὑπερηφανίαν, τῶν δʼ ἀκληρούντων τὴν ἀτυχίαν.
正因如此,人们理所应当赞赏历史;因为通过事态的无常与转变,历史纠正了顺境者的傲慢,也抚慰了逆境者的不幸。