§18.58.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίππου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Αἴλιον καὶ Λεύκιον Παπίριον.
在阿希普斯担任雅典执政官之年,罗马人任命昆图斯·埃利乌斯和卢基乌斯·帕皮里乌斯为执政官。
ἐπὶ δὲ τούτων Εὐμενὴς μὲν ἄρτι τὴν ἐκ τοῦ φρουρίου πεποιημένος ἀποχώρησιν ἐκομίσατο τὰς ἐπιστολὰς τὰς ἀποσταλείσας ὑπὸ Πολυπέρχοντος, ἐν αἷς ἦν γεγραμμένον χωρὶς τῶν προειρημένων ὅτι πεντακόσια μὲν τάλαντα διδόασιν αὐτῷ δωρεὰν οἱ βασιλεῖς εἰς ἐπανόρθωσιν τῶν γεγενημένων περὶ αὐτὸν ἐλαττωμάτων καὶ διότι γράμματα ἀπέστειλαν οἱ βασιλεῖς πρὸς τοὺς ἐν τῇ Κιλικίᾳ στρατηγοὺς καὶ θησαυροφύλακας, ὅπως αὐτῷ τὰ πεντακόσια τάλαντα δῶσι καὶ τῶν ἄλλων χρημάτων ὅσα ἂν αἰτήσῃ πρός τε τὰς ξενολογίας καὶ τὰς ἄλλας τὰς κατεπειγούσας χρείας, τούς τε τῶν ἀργυρασπίδων Μακεδόνων τρισχιλίων ἀφηγουμένους, ἵνα παραδῶσιν αὑτοὺς Εὐμενεῖ καὶ τἄλλα συμπράττωσι προθύμως, ὡς ἂν ἀποδεδειγμένῳ στρατηγῷ τῆς ὅλης Ἀσίας αὐτοκράτορι.
在他们任职期间,刚刚从要塞撤退的尤曼尼斯收到了波里伯孔寄来的信件,信中除了前述内容外,还写道:国王们赠予他五百塔兰同,以弥补他先前所遭受的损失;而且国王们已致信基里基亚的将领和司库,让他们把这五百塔兰同以及他因招募雇佣兵和其他紧急需要而请求的其他资金全部交给他;[国王们也致信]给指挥三千名马其顿“银盾兵”的将领们,让他们服从尤曼尼斯,并在其他一切事务中热心协助,如同对待已被任命为全亚洲全权总司令的人一样。
§18.58.2ἧκεν δὲ καὶ παρʼ Ὀλυμπιάδος αὐτῷ γράμματα, δεομένης καὶ λιπαρούσης βοηθεῖν τοῖς βασιλεῦσι καὶ ἑαυτῇ· μόνον γὰρ ἐκεῖνον πιστότατον ἀπολελεῖφθαι τῶν φίλων καὶ δυνάμενον διορθώσασθαι τὴν ἐρημίαν τῆς βασιλικῆς οἰκίας.
奥林匹亚丝也给他寄来了信,恳求并催促他援助国王们和她自己;因为她写道,在他们的朋友中,唯有他最忠诚地留存下来,并且有能力挽救王室的孤立无援。
§18.58.3ἠξίου δʼ αὐτὸν ἡ Ὀλυμπιὰς συμβουλεῦσαι πότερον αὐτῷ δοκεῖ συμφέρειν μένειν αὐτὴν ἐν Ἠπείρῳ καὶ μὴ πιστεύειν τοῖς αἰεὶ δοκοῦσι μὲν ἐπιμεληταῖς εἶναι, τῇ δὲ ἀληθείᾳ τὴν βασιλείαν εἰς ἑαυτοὺς μεθιστῶσιν, ἢ ἐπανέρχεσθαι.
奥林匹亚丝请求他提出建议:他是认为她留在伊庇鲁斯、不信任那些表面上总是监护人而实际上却试图将王权篡夺归己的人更为有利,还是应当返回。
§18.58.4ὁ δʼ Εὐμενὴς πρὸς μὲν τὴν Ὀλυμπιάδα παραχρῆμα ἀντέγραψε, συμβουλεύων κατὰ τὸ παρὸν μένειν ἐν Ἠπείρῳ, μέχρι ἂν ὁ πόλεμος λάβῃ τινὰ κρίσιν.
尤曼尼斯立即给奥林匹亚丝写了回信,建议她目前留在伊庇鲁斯,直到战争有了某种结果。
αὐτὸς δʼ ἀεὶ τὴν εὔνοιαν βεβαιοτάτην πρὸς τοὺς βασιλεῖς τετηρηκὼς ἔκρινεν Ἀντιγόνῳ μὲν μὴ προσέχειν ἐξιδιαζομένῳ τὴν βασιλείαν, τοῦ δὲ Ἀλεξάνδρου παιδὸς προσδεομένου βοηθείας διά τε τὴν ὀρφανίαν καὶ διὰ τὴν τῶν ἡγεμόνων πλεονεξίαν διέλαβεν ἁρμόζειν ἑαυτῷ πάντα κίνδυνον ἀναδέχεσθαι τῆς τῶν βασιλέων σωτηρίας ἕνεκα.
而他自己,由于对国王们始终保持着最坚定的忠诚,决定不理会试图将王权据为己有的安提柯;并且由于亚历山大的孩子因孤苦无依和将领们的贪婪而需要帮助,他认为自己为了国王们的安全而承担一切危险是理所当然的。