§18.59.1εὐθὺς οὖν παραγγείλας τοῖς περὶ αὐτὸν ἀναζευγνύειν προῆγεν ἐκ Καππαδοκίας, ἔχων ἱππεῖς μὲν περὶ πεντακοσίους, πεζοὺς δὲ πλείους τῶν δισχιλίων·
そこで[エウメネスは]直ちに配下の者たちに出発を命じ、騎兵約500人と歩兵2,000人余りを率いてカッパドキアから進軍した。
οὐ γὰρ ἔσχεν ἀναστροφὴν προσδέξασθαι τοὺς ἀφυστεροῦντας τῶν ἐπηγγελμένων συστρατεύσεσθαι διὰ τὸ προσάγειν παρʼ Ἀντιγόνου δύναμιν ἀξιόλογον καὶ στρατηγοὺς τοὺς περὶ Μένανδρον, κωλύσοντας αὐτὸν ἐνδιατρίβειν τῇ Καππαδοκίᾳ, πολέμιον γενόμενον τοῖς περὶ Ἀντίγονον.
というのも、アンティゴノスのもとからかなりの軍勢と、メナンドロス率いる将軍たちが接近しており、彼らは、アンティゴノスらと敵対関係になったエウメネスがカッパドキアに留まるのを阻止しようとしていたため、共同して従軍することを約束したものの到着が遅れている者たちを待つだけの時間の猶予が、彼にはなかったからである。
§18.59.2ἀλλὰ γὰρ ἡ δύναμις αὕτη τρισὶν ὕστερον ἡμέραις παραγενομένη καὶ τῶν καιρῶν ὑστεροῦσα ἐπεβάλετο μὲν διώκειν τοὺς μετʼ Εὐμενοῦς προάγοντας, οὐ δυναμένη δὲ καταλαβεῖν ἐπανῆλθεν εἰς Καππαδοκίαν.
しかし、この[アンティゴノスの]軍勢は3日遅れて到着したため、好機を逃し、進軍するエウメネスの軍勢を追撃しようと企てたものの、追いつくことができずにカッパドキアへと引き返した。
§18.59.3ὁ δʼ Εὐμενὴς συντόνους τὰς ὁδοιπορίας ποιησάμενος καὶ ταχὺ τὸν Ταῦρον ὑπερβαλὼν ἧκεν εἰς τὴν Κιλικίαν.
エウメネスは強行軍を重ね、速やかにタウロス山脈を越えてキリキアに到着した。
οἱ δὲ τῶν ἀργυρασπίδων ἡγεμόνες Ἀντιγένης καὶ Τεύταμος, πειθαρχοῦντες ταῖς παρὰ τῶν βασιλέων ἐπιστολαῖς, ἀπάντησιν ἐποιήσαντο τῷ Εὐμενεῖ μετὰ τῶν φίλων ἐκ πολλοῦ διαστήματος.
「銀楯隊」の指揮官であるアンティゲネスとテウタモスは、王たちからの書状に従い、遥か遠方から友人たちを伴ってエウメネスを出迎えた。
ἀσπασάμενοι δὲ φιλοφρόνως καὶ συγχαρέντες ἐπὶ τῷ διασεσῶσθαι παραδόξως αὐτὸν ἐκ τῶν μεγίστων κινδύνων ἐπηγγέλλοντο πάντα συμπράξειν αὐτῷ προθύμως·
彼らは温かく挨拶を交わし、エウメネスが最大の危機から奇跡的に生還したことを共に喜び、あらゆる事において熱心に協力することを約束した。
οἵ τε ἀργυράσπιδες Μακεδόνες, ὄντες περὶ τρισχιλίους, ὁμοίως ἀπήντησαν μετὰ φιλοφροσύνης τε καὶ ὁρμῆς.
また、約3,000人からなるマケドニア人の「銀楯隊」も、同様に温情と熱意をもって彼を出迎えた。
§18.59.4πάντες δʼ ἐθαύμαζον τὸ τῆς τύχης εὐμετάβολον καὶ παράδοξον, ὁρῶντες τούς τε βασιλεῖς καὶ τοὺς Μακεδόνας ὀλίγῳ μὲν χρόνῳ πρότερον κατεγνωκότας Εὐμενοῦς καὶ τῶν φίλων αὐτοῦ θάνατον, τότε δὲ ἐπιλαθομένους τῆς ἰδίας κρίσεως μὴ μόνον ἀθῷον ἀφεικότας τῆς τιμωρίας, ἀλλὰ καὶ πάσης τῆς βασιλείας τὴν ἡγεμονίαν αὐτῷ παραδεδωκότας.
誰もが運命の移り変わりやすさと奇妙さに驚嘆した。 というのも、王たちもマケドニア人たちも、ほんの少し前にはエウメネスとその友人たちに死刑を宣告していたにもかかわらず、その時には自分たちの判断を忘れ、彼を処罰から放免して無罪としただけでなく、王国全体の支配権をも彼に委ねていたのを目にしたからである。
§18.59.5καὶ τοῦτʼ εὐλόγως ἔπασχον ἅπαντες οἱ τότε τὰς Εὐμενοῦς ἐπισκοπούμενοι περιπετείας.
そして、当時エウメネスの身の上に起こった逆転劇を目の当たりにした者は皆、当然のようにこのような感慨を抱いた。
τίς γὰρ οὐκ ἂν λαβὼν ἔννοιαν τῆς κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίας καταπλαγείη τὴν ἐπʼ ἀμφότερα τὰ μέρη τῆς τύχης παλίρροιαν;
人間の生活における不規則さに思いを馳せ、運命の両極への流転に圧倒されない者がいるだろうか。
ἢ τίς ἂν ταῖς κατὰ τὴν εὐτυχίαν ἐξουσίαις πιστεύσας ἀναλάβοι φρόνημα μεῖζον τῆς ἀνθρωπίνης ἀσθενείας;
あるいは、幸運に伴う権力を信じきって、人間の弱さを超えるほどの傲慢さを身にまとう者がいるだろうか。
§18.59.6ὁ γὰρ κοινὸς βίος ὥσπερ ὑπὸ θεῶν τινος οἰακιζόμενος ἐναλλὰξ ἀγαθοῖς τε καὶ κακοῖς κυκλεῖται πάντα τὸν αἰῶνα.
なぜなら、世間の営みは、まるである神によって舵が取られているかのように、常に善きことと悪しきことが交互に繰り返され、永遠に巡るからである。
διόπερ παράδοξόν ἐστιν οὐκ εἰ γέγονέν τι παράλογον, ἀλλʼ εἰ μὴ πᾶν ἐστι τὸ γινόμενον ἀνέλπιστον.
したがって、何か予期せぬことが起こったとしても奇妙なことではなく、むしろ起こるすべてのことが思いがけないものでないことこそが奇妙なのである。
διὸ καὶ τὴν ἱστορίαν προσηκόντως ἄν τις ἀποδέξαιτο·
それゆえ、歴史を尊重することは極めてもっともなことである。
τῇ γὰρ τῶν πράξεων ἀνωμαλίᾳ καὶ μεταβολῇ διορθοῦται τῶν μὲν εὐτυχούντων τὴν ὑπερηφανίαν, τῶν δʼ ἀκληρούντων τὴν ἀτυχίαν.
なぜなら、歴史は、出来事の不規則さと変化によって、順境にある者の傲慢さを正し、逆境にある者の不運を救うからである。