§18.57.1τούτου δὲ τοῦ διαγράμματος ἐκδοθέντος καὶ πρὸς ἁπάσας τὰς πόλεις ἀποσταλέντος ἔγραψεν ὁ Πολυπέρχων πρός τε τὴν Ἀργείων πόλιν καὶ τὰς λοιπάς, προστάττων τοὺς ἀφηγησαμένους ἐπʼ Ἀντιπάτρου τῶν πολιτευμάτων φυγαδεῦσαι, τινῶν δὲ καὶ θάνατον καταγνῶναι καὶ δημεῦσαι τὰς οὐσίας, ὅπως ταπεινωθέντες εἰς τέλος μηδὲν ἰσχύσωσι συνεργεῖν Κασάνδρῳ.
この布告が発布され、すべての都市に送られたのち、ポリペルコンはアルゴス人の都市およびその他の都市に書状を送り、アンティパトロスの下で国制を指導した者たちを追放すること、また、ある者たちに対しては死刑を宣告し、その財産を没収することを命じた。 彼らが完全に貶められて、カッサンドロスに協力する力をいっさい持たないようにするためである。
§18.57.2ἔγραψε δὲ καὶ πρὸς Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα, διατρίβουσαν ἐν Ἠπείρῳ διὰ τὴν πρὸς Κάσανδρον ἔχθραν, ἵνα τὴν ταχίστην εἰς Μακεδονίαν καταντήσῃ καὶ παραλαβοῦσα τὸ Ἀλεξάνδρου παιδίον ἐπιμέλειαν αὐτοῦ ποιῆται, μέχρι ἂν εἰς ἡλικίαν ἔλθῃ καὶ τὴν πατρῴαν βασιλείαν παραλάβῃ.
また、カッサンドロスへの敵意ゆえにエペイロスに滞在していた、アレクサンドロスの母オリュンピアスにも書状を送り、彼女ができるだけ早くマケドニアに到着し、アレクサンドロスの子を引き取って、彼が成人になって父の王位を継承するまでその世話をするようにと求めた。
§18.57.3ἔπεμψε δὲ καὶ πρὸς Εὐμενῆ, γράψας ἐπιστολὴν ἐκ τοῦ τῶν βασιλέων ὀνόματος, ὅπως πρὸς μὲν Ἀντίγονον μὴ διαλύσηται τὴν ἀλλοτριότητα, πρὸς δὲ τοὺς βασιλεῖς ἀποκλίνας εἴτε βούλεται καταντᾶν εἰς Μακεδονίαν καὶ μετʼ αὐτοῦ κοινοπραγῶν ἐπιμελητὴς εἶναι τῶν βασιλέων, εἴτε μᾶλλον προαιρεῖται μένειν ἐπὶ τῆς Ἀσίας καὶ λαβὼν δύναμιν καὶ χρήματα διαπολεμεῖν πρὸς Ἀντίγονον, φανερῶς ἤδη γεγενημένον ἀποστάτην τῶν βασιλέων.
また、エウメネスのもとにも使者を送り、王たちの名において書簡を書いて、アンティゴノスとの敵対関係を解消せず、王たちの側に味方した上で、マケドニアに到着して彼とともに共同で行動して王たちの後見人となることを望むのか、それともアジアに留まることをむしろ選択し、軍隊と資金を得て、すでに王たちの公然たる反逆者となっているアンティゴノスと戦い抜くことを望むのかを尋ねた。
ἀποκαθιστάνειν δʼ αὐτῷ τοὺς βασιλεῖς τήν τε σατραπείαν, ἣν Ἀντίγονος ἀφῄρηται, καὶ τὰς δωρεὰς ἁπάσας ὅσας πρότερον εἶχε κατὰ τὴν Ἀσίαν.
そして、王たちは彼に、アンティゴノスによって奪われたサトラペイアと、以前に彼がアジアで持っていたすべての贈り物を返還すると書き送った。
§18.57.4τὸ δʼ ὅλον ἀπεφαίνετο μάλιστα πάντων πρέπειν Εὐμενῆ τῆς βασιλικῆς οἰκίας κήδεσθαι καὶ φροντίζειν, ἀκολουθοῦντα τοῖς ὑπʼ αὐτοῦ προπεπολιτευμένοις πρὸς τὴν βασιλικὴν οἰκίαν.
全体として、彼は、王家に対して彼自身がこれまで行ってきた政治的行動に従って、王家を気遣い配慮することが何よりもエウメネスにふさわしいと表明した。
ἐὰν δὲ μείζονος δυνάμεως προσδέηται, καὶ αὐτὸς μετὰ τῶν βασιλέων ἀναζεύξειν ἐκ Μακεδονίας μετὰ πάσης τῆς βασιλικῆς δυνάμεως.
また、もし彼がより大きな軍勢を必要とするならば、彼自身も王たちとともに、全王軍を率いてマケドニアから出陣するであろうと述べた。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
このようにして、これらのことがこの年のうちに実行された。