Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.45.1-18.45.5

阿尔凯塔斯战败并逃往特尔梅索斯

第 46 段,共 301 段 · 希腊语

内容简介

阿尔凯塔斯因兵力相差悬殊而战败,其多名高级将领被俘,他本人则与皮西迪亚人一同逃往特尔梅索斯。安提柯通过收编降兵壮大了实力,而皮西迪亚人则誓言绝不背弃阿尔凯塔斯。

§18.45.1Ἀλκέτας πολλοὺς ἀποβαλὼν μόλις διεξέπεσε πρὸς τὴντῶν πεζῶν φάλαγγα, ὁ δʼ Ἀντίγονος ἐξ ὑπερδεξίων τόπων ἐπαγαγὼν τούς τε ἐλέφαντας καὶ πᾶσαν τὴν δύναμιν κατεπλήξατο τοὺς πολεμίους πολὺ τοῖς πλήθεσι λειπομένους· ἦσαν γὰρ οἱ σύμ πάντες πεζοὶ μὲν μύριοι καὶ ἑξακισχίλιοι, ἱππεῖς δὲ ἐννακόσιοι, οἱ δʼ Ἀντιγόνου χωρὶς τῶν ἐλεφάντων πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς ἑπτακισχιλίους.
阿尔凯塔斯虽然损失了许多士兵,但勉强突围退到了步兵方阵处,而安提柯则从居高临下的地势引来战象和全部军队,震慑了在人数上远处于劣势的敌军;因为对方总共只有一万六千名步兵和九百名骑兵,而安提柯的军队(不包括战象)则有四万多名步兵和七千多名骑兵。
§18.45.2ἅμα δὲ τῶν ἐλεφάντων ἐπιόντων κατὰ μέτωπον καὶ τῶν ἱππέων διὰ τὸ πλῆθος πανταχῇ περιχεομένων, ἔτι δὲ τῶν πεζῶν πολλαπλασίων καὶ κρειττόνων ὄντων ταῖς ἀρεταῖς καὶ τὴν στάσιν ὑπερδέξιον ἐχόντων πολὺς θόρυβος καὶ φόβος κατεῖχε τοὺς περὶ τὸν Ἀλκέταν· διὰ δὲ τὴν ὑπερβολὴν τῆς ὀξύτητος καὶ τῆς ἐνεργείας οὐδʼ ἐκτάξαι καλῶς τὴν φάλαγγα κατίσχυσε.
与此同时,随着战象从正面进攻,骑兵因人数众多而从四面八方涌来,加之步兵人数是对方的数倍、战斗力更强且占据着有利的高地,阿尔凯塔斯一派陷入了极大的混乱与恐慌之中;由于敌方进攻的速度和攻势极度迅猛,他甚至无法妥善整顿自己的方阵。
§18.45.3τροπῆς δὲ παντελοῦς γενομένης Ἄτταλος μὲν καὶ Δόκιμος καὶ Πολέμων καὶ πολλοὶ τῶν ἀξιολόγων ἡγεμόνων ἐζωγρήθησαν, Ἀλκέτας δὲ μετὰ τῶν ἰδίων ὑπασπιστῶν καὶ παίδων ἔφυγε μετὰ τῶν Πισιδῶν τῶν συστρατευομένων εἰς πόλιν Πισιδικὴν ὄνομα Τερμησσόν.
在全军溃败之际,阿塔罗斯、多基莫斯、波莱蒙以及许多著名的将领被生擒,而阿尔凯塔斯则带着自己的近卫和侍从,与共同作战的皮西迪亚人一起逃往一座名为特尔梅索斯的皮西迪亚城市。
§18.45.4ὁ δʼ Ἀντίγονος τούτους μὲν καθʼ ὁμολογίαν παραλαβὼν τοὺς λοιποὺς εἰς τὰ ἴδια τάγματα κατέταξε καὶ φιλανθρώπως αὐτοῖς χρησάμενος ηὔξησε τὴν ἰδίαν δύναμιν οὐ μετρίως.
安提柯通过协议接纳了这些人,将其余的人编入自己的部队,并通过宽厚地对待他们,极大地增强了自己的军事实力。
§18.45.5οἱ δὲ Πισίδαι τὸν ἀριθμὸν ὄντες εἰς ἑξακισχιλίους καὶ ταῖς ἀλκαῖς διαφέροντες παρεκάλουν τὸν Ἀλκέταν θαρρεῖν, ἐπαγγελλόμενοι μηδʼ ἑνί τῳ τρόπῳ ἐγκαταλείψειν αὐτόν.
皮西迪亚人约有六千人,且武艺高强,他们鼓励阿尔凯塔斯要振作起来,并承诺绝不会以任何方式抛弃他。
διέκειντο γὰρ πρὸς αὐτὸν εὐνοϊκῶς καθʼ ὑπερβολὴν διὰ τοιαύτας τινὰς αἰτίας.
因为出于以下的一些原因,他们对他极其友好。

词汇与语法注释

  1. 18.45.1πολὺ τοῖς πλήθεσι λειπομένους — 伴随分词 λειπομένους(“劣于”)受到表示程度差异的副词性宾格中性单数 πολύ(“大大地”)和表示限定或方面与格 τοῖς πλήθεσι(“在人数上”)的修饰。
  2. 18.45.2ἅμα δὲ τῶν ἐλεφάντων ἐπιόντων ... — 从 ἅμα δέ 开始,到主句的主语和动词 πολὺς θόρυβος καὶ φόβος κατεῖχε 为止,并列了三组属格独立结构(τῶν ἐλεφάντων ἐπιόντων...、τῶν ἱππέων ... περιχεομένων、τῶν πεζῶν ... ὄντων),生动地描绘了战场上同时发生的紧迫状况。
  3. 18.45.3παίδων — 此处的 παίδων 并非指生理意义上的“孩子们”,而是指在赫勒尼斯特军队中侍奉高贵人物或将领的“侍从”或“小厮”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.45.1-18.45.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.45.1-18.45.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。