§18.46.1Ἀλκέτας μετὰ τὸν Περδίκκου θάνατον οὐκ ἔχων συμμάχους κατὰ τὴν Ἀσίαν ἔκρινε τοὺς Πισίδας εὐεργετεῖν, νομίζων ἕξειν συμμάχους πολεμικοὺς ἄνδρας καὶ χώραν ἔχοντας δυσέμβολον καὶ μεστὴν ὀχυρῶν φρουρίων.
阿尔凯塔斯在佩尔迪卡斯死后,因在亚洲没有盟友,决定对皮西迪亚人施以恩惠,认为他将获得这些骁勇善战且拥有一片难以入侵、遍布坚固堡垒的国土的人们作为盟友。
§18.46.2διόπερ ἐν ταῖς στρατείαις παρὰ πάντας τοὺς συμμάχους ἐτίμα περιττότερον τούτους καὶ τὰς μὲν ἐκ τῆς πολεμίας ὠφελείας ἐμέριζεν αὐτοῖς, διδοὺς τῶν λαφύρων τὰ ἡμίση, κατὰ δὲ τὰς ὁμιλίας λόγοις φιλανθρώποις χρώμενος καὶ κατὰ τὰ σύνδειπνα καθʼ ἡμέραν τοὺς ἀξιολογωτάτους ἐν μέρει παραλαμβάνων ἐπὶ τὰς ἑστιάσεις, ἔτι δὲ τιμῶν πολλοὺς δωρεαῖς ἀξιολόγοις ἰδίους ταῖς εὐνοίαις κατεσκεύασεν.
因此,在远征中,他比对待其他所有盟友更加器重他们,并将从敌国土地上获得的收益分配给他们,分给他们一半战利品;此外,他在日常交往中言语和蔼,在每日的宴席上轮流邀请他们中最显贵的人共进晚餐,并且还通过赠予许多人珍贵的礼物来奖赏他们,从而以好意使他们成为自己忠实的追随者。
§18.46.3διόπερ καὶ τότε τὰς ἐλπίδας ἔχοντος ἐν τούτοις Ἀλκέτου τῶν ἐλπίδων αὐτὸν οὐ διεψεύσαντο.
因此,在这一次,当阿尔凯塔斯将希望寄托在他们身上时,他们也没有让他失望。
τοῦ γὰρ Ἀντιγόνου μετὰ πάσης τῆς δυνάμεως πλησίον τῆς Τερμησσοῦ καταστρατοπεδεύσαντος καὶ τὸν Ἀλκέταν ἐξαιτοῦντος, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευόντων ἐκδοῦναι συστραφέντες οἱ νεώτεροι πρὸς τοὺς γονεῖς διαστάντες ἐψηφίσαντο πᾶν ὑπομένειν δεινὸν ἕνεκα τῆς τούτου σωτηρίας.
因为当安提柯率领全军在特尔梅索斯附近扎营并要求交出阿尔凯塔斯,且长辈们也建议将其交出时,年轻人们团结起来,公开与父母对立,并投票决定为了拯救他而甘愿承受一切灾难。
§18.46.4οἱ δὲ πρεσβύτεροι τὸ μὲν πρῶτον πείθειν ἐπεχείρουν τοὺς νέους μὴ διʼ ἕνα Μακεδόνα περιιδεῖν τὴν πατρίδα γινομένην δοριάλωτον· ἐπεὶ δʼ ἀμετάθετον αὐτῶν τὴν ὁρμὴν ἑώρων, λάθρᾳ συμφρονήσαντες ἐξέπεμψαν νυκτὸς πρεσβείαν πρὸς Ἀντίγονον, ἐπαγγελλόμενοι τὸν Ἀλκέταν ἢ ζῶντα παραδώσειν ἢ τετελευτηκότα.
长辈们起初试图劝说年轻人,不要为了区区一个马其顿人而眼睁睁地看着祖国沦为刀兵之下的俘虏;但当他们看到年轻人的决心不可动摇时,便暗中达成一致,在夜间向安提柯派出了使节,承诺将交出阿尔凯塔斯,不论是活着的还是死去的。
§18.46.5ἠξίουν δʼ αὐτὸν ἐφʼ ἡμέρας τινὰς προσβάλλοντα τῇ πόλει καὶ διʼ ἀκροβολισμῶν ἐλαφρῶν προαγόμενον τοὺς ἐκ τῆς πόλεως ὑποχωρεῖν ὡς φεύγοντα· τούτου γὰρ γενομένου καὶ τῶν νεωτέρων περὶ τὴν μάχην ἐκτὸς τῆς πόλεως ἀσχολουμένων λήψεσθαι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
他们请求安提柯连续几天攻击城市,并通过轻微的遭遇战引出城里的人,然后假装逃跑而撤退;因为他们认为,一旦发生这种情况,且年轻人都忙于城外的战斗,他们就会获得合适的机会来执行自己的计划。
§18.46.6ὁ δʼ Ἀντίγονος πεισθεὶς ὑπʼ αὐτῶν καὶ μακρὰν τῆς πόλεως μεταστρατοπεδεύσας διὰ τῶν ἀκροβολισμῶν προεσπᾶτο τοὺς νέους εἰς τὸν ἐκτὸς τῆς πόλεως ἀγῶνα.
安提柯听从了他们的建议,将营地移到了远离城市的地方,并通过遭遇战不断将年轻人引诱到城外的交战中。
§18.46.7οἱ δὲ πρεσβύτεροι μεμονωμένον ὁρῶντες τὸν Ἀλκέταν καὶ τῶν τε δούλων τοὺς πιστοτάτους καὶ τῶν ἀκμαζόντων πολιτῶν ἐπιλέξαντες τοὺς μὴ συστρατευομένους τῷ Ἀλκέτᾳ τὴν ἐπίθεσιν ἐποιήσαντο κατὰ τὴν ἀπουσίαν τῶν νέων.
与此同时,长辈们看到阿尔凯塔斯孤立无援,便选拔了奴隶中最忠诚的人以及壮年公民中未与阿尔凯塔斯一同参战的人,趁着年轻人不在时发动了袭击。
ζωγρῆσαι μὲν οὖν αὐτὸν οὐ κατίσχυσαν ʽἔφθασε γὰρ αὑτὸν διαχειρισάμενος, ὅπως μὴ ζῶν ὑποχείριος γένηται τοῖς πολεμίοισʼ, τὸ δὲ σῶμα αὐτοῦ θέντες ἐπὶ κλινίδιον καὶ συγκατακαλύψαντες εὐτελεῖ τρίβωνι κατὰ τὰς πύλας ἐξήνεγκαν καὶ λαθόντες τοὺς ἀκροβολιζομένους παρέδωκαν Ἀντιγόνῳ.
然而,他们未能将其生擒,因为他先走一步,自绝了生命,以免活着落入敌人手中;于是他们将他的遗体放在一张简陋的小床上,用一件廉价的斗篷遮盖起来,抬出城门,避开正在交战的年轻人们的注意,交给了安提柯。