§18.45.1Ἀλκέτας πολλοὺς ἀποβαλὼν μόλις διεξέπεσε πρὸς τὴντῶν πεζῶν φάλαγγα, ὁ δʼ Ἀντίγονος ἐξ ὑπερδεξίων τόπων ἐπαγαγὼν τούς τε ἐλέφαντας καὶ πᾶσαν τὴν δύναμιν κατεπλήξατο τοὺς πολεμίους πολὺ τοῖς πλήθεσι λειπομένους·
アルケタスは多くの兵を失いながらも、かろうじて歩兵のファランクスのところへと脱出したが、アンティゴノスは高い地形からエレファントと全軍を率いて進撃し、兵数において非常に劣っていた敵を恐怖に陥れた。
ἦσαν γὰρ οἱ σύμ πάντες πεζοὶ μὲν μύριοι καὶ ἑξακισχίλιοι, ἱππεῖς δὲ ἐννακόσιοι, οἱ δʼ Ἀντιγόνου χωρὶς τῶν ἐλεφάντων πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς ἑπτακισχιλίους.
なぜなら、彼らの全軍は歩兵が一万六千、騎兵が九百であったのに対し、アンティゴノスの軍は、エレファントを除いても、歩兵が四万以上、騎兵が七千を超えていたからである。
§18.45.2ἅμα δὲ τῶν ἐλεφάντων ἐπιόντων κατὰ μέτωπον καὶ τῶν ἱππέων διὰ τὸ πλῆθος πανταχῇ περιχεομένων, ἔτι δὲ τῶν πεζῶν πολλαπλασίων καὶ κρειττόνων ὄντων ταῖς ἀρεταῖς καὶ τὴν στάσιν ὑπερδέξιον ἐχόντων πολὺς θόρυβος καὶ φόβος κατεῖχε τοὺς περὶ τὸν Ἀλκέταν·
正面からエレファントが突進し、騎兵がその多さゆえに四方から押し寄せ、さらに歩兵が何倍も多く、武勇において勝り、かつ高い陣地を占めている状況において、アルケタスの一派には大きな混乱と恐怖が広がった。
διὰ δὲ τὴν ὑπερβολὴν τῆς ὀξύτητος καὶ τῆς ἐνεργείας οὐδʼ ἐκτάξαι καλῶς τὴν φάλαγγα κατίσχυσε.
敵の攻撃の極端な迅速さと猛烈さゆえに、彼はファランクスを適切に整列させることさえできなかった。
§18.45.3τροπῆς δὲ παντελοῦς γενομένης Ἄτταλος μὲν καὶ Δόκιμος καὶ Πολέμων καὶ πολλοὶ τῶν ἀξιολόγων ἡγεμόνων ἐζωγρήθησαν, Ἀλκέτας δὲ μετὰ τῶν ἰδίων ὑπασπιστῶν καὶ παίδων ἔφυγε μετὰ τῶν Πισιδῶν τῶν συστρατευομένων εἰς πόλιν Πισιδικὴν ὄνομα Τερμησσόν.
完全に敗走状態となる中で、アッタロス、ドキモス、ポレモン、そして多くの著名な指導者たちが生け捕りにされた。 一方、アルケタスは自身の近衛兵や従僕を連れ、ともに戦っていたピシディア人たちとともに、テルメッソスという名のピシディアの都市へと逃れた。
§18.45.4ὁ δʼ Ἀντίγονος τούτους μὲν καθʼ ὁμολογίαν παραλαβὼν τοὺς λοιποὺς εἰς τὰ ἴδια τάγματα κατέταξε καὶ φιλανθρώπως αὐτοῖς χρησάμενος ηὔξησε τὴν ἰδίαν δύναμιν οὐ μετρίως.
アンティゴノスは、彼らを協定に基づいて接収し、残りの兵を自身の部隊に編入した。 そして彼らを人道的に扱うことで、自身の軍事力を少なからず増強した。
§18.45.5οἱ δὲ Πισίδαι τὸν ἀριθμὸν ὄντες εἰς ἑξακισχιλίους καὶ ταῖς ἀλκαῖς διαφέροντες παρεκάλουν τὸν Ἀλκέταν θαρρεῖν, ἐπαγγελλόμενοι μηδʼ ἑνί τῳ τρόπῳ ἐγκαταλείψειν αὐτόν.
ピシディア人たちは、その数が約六千人で、武勇に秀でていたが、アルケタスに心を強く持つよう励まし、いかなる方法によっても彼を見捨てることはないと約束した。
διέκειντο γὰρ πρὸς αὐτὸν εὐνοϊκῶς καθʼ ὑπερβολὴν διὰ τοιαύτας τινὰς αἰτίας.
彼らは以下のような理由から、彼に対して極めて好意的な態度をとっていたのである。