§18.39.1κατὰ δὲ τὴν Ἀσίαν Ἀρριδαῖος καὶ Πίθων οἱ τῶν βασιλέων ἐπιμεληταὶ ἀναζεύξαντες ἀπὸ τοῦ Νείλου μετὰ τῶν βασιλέων καὶ τῆς δυνάμεως ἧκον εἰς Τριπαράδεισον τῆς ἄνω Συρίας.
在亚洲,国王的监护人阿里代乌斯和庇松,率领国王和军队从尼罗河出发,抵达上叙利亚的特里帕拉迪苏斯。
§18.39.2ἐνταῦθα δὲ Εὐρυδίκης τῆς βασιλίσσης πολλὰ περιεργαζομένης καὶ ταῖς τῶν ἐπιμελητῶν ἐπιβολαῖς ἀντιπραττούσης οἱ μὲν περὶ τὸν Πίθωνα δυσχρηστούμενοι καὶ τοὺς Μακεδόνας ὁρῶντες τοῖς ἐκείνης προστάγμασιν ἀεὶ μᾶλλον προσέχοντας συνήγαγον ἐκκλησίαν καὶ τὴν ἐπιμέλειαν ἀπείπαντο,
在那里,由于王后欧律狄刻多方干预并反对监护人们的计划,庇松等人感到十分棘手,又见马其顿人越来越服从她的命令,于是召集了大会,辞去了监护人的职务。
§18.39.3οἱ δὲ Μακεδόνες ἐπιμελητὴν εἵλαντο τὸν Ἀντίπατρον αὐτοκράτορα.
马其顿人推选安提帕特为拥有全权的监护人。
οὗτος δὲ μετʼ ὀλίγας ἡμέρας καταντήσας εἰς Τριπαράδεισον κατέλαβε τὴν Εὐρυδίκην στασιάζουσαν καὶ τοὺς Μακεδόνας ἀπαλλοτριοῦσαν ἀπὸ τοῦ Ἀντιπάτρου.
他在几天后抵达特里帕拉迪苏斯,发现欧律狄刻正在煽动叛乱,并使马其顿人疏远安提帕特。
§18.39.4ταραχῆς δὲ μεγάλης οὔσης ἐν ταῖς δυνάμεσι καὶ κοινῆς ἐκκλησίας συναχθείσης ὁ μὲν Ἀντίπατρος διαλεχθεὶς τοῖς πλήθεσι τὴν μὲν ταραχὴν κατέπαυσε, τὴν δʼ Εὐρυδίκην καταπληξάμενος ἔπεισε τὴν ἡσυχίαν ἄγειν.
由于军队中出现巨大混乱,并召集了全体大会,安提帕特向群众发表讲话,平息了混乱,并震慑住欧律狄刻,说服她保持安分。
§18.39.5μετὰ δὲ ταῦτα τὰς σατραπείας ἐξ ἀρχῆς ἐμερίσατο καὶ Πτολεμαίῳ μὲν τὴν προϋπάρχουσαν προσώρισεν· ἀδύνατον γὰρ ἦν τοῦτον μεταθεῖναι διὰ τὸ δοκεῖν τὴν Αἴγυπτον διὰ τῆς ἰδίας ἀνδρείας ἔχειν οἱονεὶ δορίκτητον.
此后,他重新分配了各行省(萨特拉皮),并将普托莱迈乌斯原有的领地重新分配给他;因为要调动他是不可行的,因为人们认为他是凭着自己的英勇占领埃及,视其为用长枪夺得的土地。
§18.39.6καὶ Λαομέδοντι μὲν τῷ Μιτυληναίῳ Συρίαν ἔδωκε, Φιλοξένῳ δὲ τὴν Κιλικίαν, τῶν δʼ ἄνω σατραπειῶν Μεσοποταμίαν μὲν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ, τὴν δὲ Βαβυλωνίαν Σελεύκῳ, Ἀντιγένει δὲ τὴν Σουσιανὴν διὰ τὸ τοῦτον πρῶτον πεποιῆσθαι τὴν ἐπὶ τὸν Περδίκκαν ἐπίθεσιν, Πευκέστῃ δὲ τὴν Περσίδα, Τληπολέμῳ δὲ τὴν Καρμανίαν, Πίθωνι δὲ Μηδίαν, Φιλίππῳ δὲ τὴν Παρθυαίαν, Ἀρίαν δὲ καὶ Δραγγηνὴν Στασάνδρῳ τῷ Κυπρίῳ, τὴν δὲ Βακτριανὴν καὶ Σογδιανὴν Στασάνορι τῷ Σολίῳ ἀπὸ τῆς αὐτῆς ὄντι νήσου.
他将叙利亚交给了米蒂利尼的拉奥梅东,将基利家交给了菲洛克塞努斯;至于上部行省,将美索不达米亚和阿贝尔利提斯分给阿姆菲马科斯,将巴比伦尼亚分给塞琉古,将苏萨尼亚分给安提革涅斯(因为他是第一个发起对佩尔迪卡斯袭击的人),将波斯分给佩乌凯斯塔斯,将卡尔马尼亚分给特勒波勒莫斯,将米底分给庇松,将帕提亚分给菲力浦,将阿里亚和德兰吉亚纳分给塞浦路斯人斯塔桑德罗斯,将巴克特里亚和索格迪亚纳分给索里的斯塔萨诺尔(他来自同一个岛屿)。
Παροπανισάδας δὲ Ὀξυάρτῃ προσώρισε τῷ Ῥωξάνης πατρὶ τῆς Ἀλεξάνδρου γυναικός, τῆς δὲ Ἰνδικῆς τὰ μὲν συνορίζοντα Παροπανισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δʼ ἐχομένας βασιλείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν Πώρῳ, τὴν δὲ παρὰ τὸν Ὑδάσπην Ταξίλῃ ʽοὐ γὰρ ἦν τούτους τοὺς βασιλεῖς μετακινῆσαι χωρὶς βασιλικῆς δυνάμεως καὶ ἡγεμόνος ἐπιφανοῦσʼ, τῶν δὲ πρὸς τὴν ἄρκτον κεκλιμένων Καππαδοκίαν μὲν Νικάνορι, Φρυγίαν δὲ τὴν μεγάλην καὶ Λυκίαν Ἀντιγόνῳ, καθάπερ πρότερον ἔσχε, Καρίαν δὲ Κασάνδρῳ, Λυδίαν δὲ Κλείτῳ, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Ἀρριδαίῳ.
他将帕罗帕尼萨达伊分配给亚历山大妻子罗克珊娜的父亲奥克夏尔特斯;至于印度,将毗邻帕罗帕尼萨达伊的部分分配给阿革诺尔之子庇松,在相邻的王国中,将印度河畔的王国分给波罗斯,将海达斯佩斯河畔的王国分给塔克西莱斯(因为如果没有国王的军队和杰出的将领,是不可能调动这些国王的);在偏北的地区中,将卡帕多西亚分给尼卡诺尔,将大弗里吉亚和吕基亚分给安提戈诺斯,正如他此前所拥有的一样,将卡里亚分给卡桑德罗斯,将吕底亚分给克莱图斯,将赫勒斯滂弗里吉亚分给阿里代乌斯。
§18.39.7στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν· παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν.
他任命安提戈诺斯为皇家军队的将军,并命令其击败欧墨尼斯和阿尔凯塔斯;他在安提戈诺斯身边安插了自己的儿子卡桑德罗斯作为千人长,使安提戈诺斯无法暗中图谋私利。
αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.
他自己则带着国王们和自己的军队向马其顿进军,准备将国王们送回祖国。