Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.38.1-18.38.6

埃托利亚人入侵色萨利与波利伯孔的反击

第 39 段,共 301 段 · 希腊语

内容简介

埃托利亚人乘安提帕特前往亚洲之机入侵色萨利并建立同盟,但因家园遭到阿卡纳尼亚人袭击而被迫回防,留守的波利伯孔则趁机收复了色萨利。

§18.38.1Ἀντιπάτρου δʼ εἰς τὴν Ἀσίαν διαβεβηκότος Αἰτωλοὶ κατὰ τὰς πρὸς Περδίκκαν συνθήκας ἐστράτευσαν εἰς τὴν Θετταλίαν, ἀντιπερισπάσαι βουλόμενοι τὸν Ἀντίπατρον.
当安提帕特渡海前往亚洲时,埃托利亚人根据与佩尔迪卡斯达成的协议,企图分散安提帕特的兵力,因而出兵色萨利。
εἶχον δὲ στρατιώτας πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ἀλέξανδρος Αἰτωλός.
他们拥有步兵一万二千人,骑兵四百人,其将军是埃托利亚人亚历山大。
§18.38.2ἐν παρόδῳ δὲ τοὺς Ἀμφισσεῖς Λοκροὺς πολιορκήσαντες τήν τε χώραν αὐτῶν κατέδραμον καί τινα τῶν πλησίον πολισμάτων εἷλον.
他们在途中包围了安菲萨的洛克里斯人,蹂躏了他们的土地,并占领了附近的一些城镇。
ἐνίκησαν δὲ μάχῃ τὸν Ἀντιπάτρου στρατηγὸν Πολυκλῆν καὶ τοῦτόν τε καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἀνεῖλον· τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν.
他们还在战斗中击败了安提帕特的将军波吕克勒斯,杀死了他以及不少士兵;在俘虏中,他们将一部分人卖掉,将另一部分人赎回。
§18.38.3μετὰ δὲ ταῦτα εἰς Θετταλίαν ἐμβαλόντες τοὺς πλείστους τῶν Θετταλῶν ἔπεισαν κοινωνεῖν τοῦ πρὸς Ἀντίπατρον πολέμου· καὶ ταχέως ἠθροίσθησαν οἱ πάντες πεζοὶ μὲν δισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ χίλιοι πεντακόσιοι.
此后,他们攻入色萨利,说服了大部分色萨利人参与对抗安提帕特的战争;很快,所有人集结起来,共有步兵二万五千人,骑兵一千五百人。
§18.38.4τούτων δὲ προσαγομένων τὰς πόλεις Ἀκαρνᾶνες ἀλλοτρίως ἔχοντες πρὸς Αἰτωλοὺς ἐνέβαλον εἰς τὴν Αἰτωλίαν καὶ τήν τε χώραν ἐδῄουν καὶ τὰς πόλεις ἐπολιόρκουν.
当他们争取这些城市归顺时,对埃托利亚人怀有敌意的小亚细亚人(阿卡纳尼亚人)侵入埃托利亚,蹂躏其国土并包围其城市。
§18.38.5οἱ δὲ Αἰτωλοὶ πυθόμενοι τὰς ἰδίας πατρίδας κινδυνεύειν τοὺς μὲν ἄλλους στρατιώτας ἀπέλιπον ἐν Θετταλίᾳ, Μένωνα τὸν Φαρσάλιον ἐπιστήσαντες στρατηγόν, αὐτοὶ δὲ τοὺς πολιτικοὺς ἀναλαβόντες ἧκον συντόμως εἰς τὴν Αἰτωλίαν καὶ τοὺς Ἀκαρνᾶνας καταπληξάμενοι τὰς πατρίδας ἠλευθέρωσαν τῶν κινδύνων.
埃托利亚人获悉家园告急,便将其他士兵留在色萨利,任命法萨卢斯的梅农为将军,他们自己则率领本国市民兵,迅速返回埃托利亚,震慑住阿卡纳尼亚人,使家园化险为夷。
§18.38.6τούτων δὲ περὶ ταῦτα ἀσχολουμένων Πολυπέρχων ὁ καταλελειμμένος ἐν Μακεδονίᾳ στρατηγὸς ἧκεν εἰς τὴν Θετταλίαν μετὰ δυνάμεως ἀξιολόγου, νικήσας δὲ παρατάξει τοὺς πολεμίους τόν τε στρατηγὸν Μένωνα ἀνεῖλε καὶ τῶν ἄλλων κατέκοψε τοὺς πλείστους καὶ τὴν Θετταλίαν ἀνεκτήσατο.
正当他们忙于处理这些事务时,留守马其顿的将军波利伯孔率领一支相当规模的军队来到色萨利,他在会战中击败敌人,杀死了将军梅农,斩杀了其余的大部分人,并收复了色萨利。

词汇与语法注释

  1. §18.38.2τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν — 针对整体属格(部分属格)`τῶν δὲ ζωγρηθέντων`,使用了表示对照的 `οὓς μὲν... οὓς δὲ...`(“一些人……另一些人……”)句式,用以说明俘虏的不同下场。中动语态不定过去时 `ἀπέδοντο` 意为“(为了自身利益而)卖掉”,指卖为奴隶。
  2. §18.38.4τούτων δὲ προσαγομένων τὰς πόλεις — 此属格独立结构中的指示代名词 `τούτων` 指的是前一节(§18.38.3)中提到的埃托利亚人和色萨利人联军。中动语态分词 `προσαγομένων` 带有及物动词的含义,表示“争取(各城市)归顺自己阵营”,并以 `τὰς πόλεις` 为直接宾语。
  3. §18.38.5τοὺς πολιτικούς — 形容词 `πολιτικός`(“公民的、城邦的”)的名词化用法,在此语境下指“市民兵”(埃托利亚本国士兵),以区别于紧接在前文提到的 `τοὺς μὲν ἄλλους στρατιώτας`(“其他士兵”,即外邦盟军或雇佣军)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.38.1-18.38.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.38.1-18.38.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。