Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.35.1-18.35.6

佩尔迪卡斯渡尼罗河受挫与军队惨败

第 36 段,共 301 段 · 希腊语

内容简介

佩尔迪卡斯试图通过部署战象和骑兵来减缓水流以进行渡河,但由于通过的士兵和动物践踏,河底的沙子被冲走,导致河水骤然变深。由于河流无法逾越,军队被迫撤退,许多士兵被水流冲走或被河中的野兽吞噬。

§18.35.1ὁ δὲ Περδίκκας κατανοήσας τὴν δυσκολίαν τοῦ ῥείθρου τοὺς μὲν ἐλέφαντας ἐκ τῶν εὐωνύμων ἐπέστησεν, ἐκδεχόμενος τὴν καταφορὰν τοῦ ποταμοῦ, καταπραϋνοῦντας τὸ ῥεῖθρον, τοὺς δʼ ἱππεῖς ἐκ τοῦ δεξιοῦ μέρους ἔταξε, διʼ ὧν ἐξεδέχετο τοὺς παραφερομένους ὑπὸ τοῦ ποταμοῦ καὶ διέσωζεν εἰς τὸ πέραν.
佩尔迪卡斯察觉到水流的艰难,便将战象部署在左侧,用以承受河水的冲击以平缓水流,而将骑兵部署在右侧,以便通过他们接住并营救被河水冲走的人至对岸。
§18.35.2ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν διάβασιν τῆς δυνάμεως ταύτης.
在这支军队渡河时,发生了一件奇特而意想不到的事情。
τῶν πρώτων γὰρ ἀσφαλῶς διαβάντων οἱ μετὰ ταῦτα περαιούμενοι μεγάλοις περιέπιπτον κινδύνοις· ὁ γὰρ ποταμὸς οὐδεμιᾶς οὔσης αἰτίας φανερᾶς πολλῷ βαθύτερος ἐγίνετο καὶ τῶν σωμάτων ὅλων καταδυομένων ἅπαντες εἰς πολλὴν ἀμηχανίαν περιέπιπτον.
因为首批人安全渡过,而在此之后渡河的人则陷入了巨大的危险中;因为在没有明显原因的情况下,河水变得深得多,随着整个人身体被淹没,所有人都陷入了极大的无助之中。
§18.35.3τῆς δὲ κατὰ τὴν πλήρωσιν αἰτίας ἐπιζητουμένης τὸ μὲν ἀληθὲς ἀσυλλόγιστον ἦν, ἔφασαν δʼ οἱ μὲν ἐν τοῖς ἄνω τόποις ἐγκεχωσμένην διώρυγα πάλιν ἐκφραχθῆναι καὶ συμμιχθεῖσαν τῷ ποταμῷ βαθύτερον πεποιηκέναι τὸν πόρον, οἱ δʼ ὄμβρους ἐν τοῖς ἄνω τόποις γενομένους αὐξῆσαι τὸ μέγεθος τοῦ Νείλου.
在寻找水位上涨原因的过程中,真相难以推测,有人说是在上游地区被堵塞的运河重新开通,并与大河汇合,使得渡口变深,而另一些人则说是因为上游地区降雨,增加了尼罗河的水量。
§18.35.4τούτων δʼ οὐδέτερον ἦν, ἀλλὰ τοῦ πόρου τὴν μὲν πρώτην διάβασιν ἀσφαλεστέραν συνέβαινε γεγονέναι ἀκεραίου τῆς κατὰ τὴν διάβασιν ἄμμου γεγενημένης, κατὰ δὲ τὰς ἄλλας ὑπὸ τῶν προδιαβεβηκότων ἵππων τε καὶ ἐλεφάντων, ἔτι δὲ πεζῶν τοῖς μὲν ποσὶ τὴν ἄμμον πατουμένην καὶ κινουμένην ὑπὸ τοῦ ῥείθρου κατενεχθῆναι καὶ διὰ τοῦτο κοιλωθέντος τοῦ πόρου βαθυτέραν γενέσθαι τὴν διάβασιν κατὰ μέσον τὸν ποταμόν.
但这两种情况都不是,实际上,渡口的首次渡河之所以较为安全,是因为渡河处的沙子未被扰动,而在随后的渡河中,由于先前渡过的马匹、战象以及步兵的践踏,沙子在水流作用下发生移动并被冲走,因此渡口被掏空,使得河流中部的渡河处变得更深。
§18.35.5διὰ δὲ ταύτην τὴν αἰτίαν ἀδυνατούσης τῆς λοιπῆς δυνάμεως διαβῆναι τὸν ποταμὸν ὁ Περδίκκας εἰς πολλὴν ἀπορίαν ἐνέπιπτεν καὶ τῶν μὲν διαβεβηκότων οὐκ ἀξιομάχων ὄντων τοῖς πολεμίοις, τῶν δʼ ἐν τῷ πέραν μὴ δυναμένων βοηθεῖν τοῖς ἰδίοις προσέταξεν εἰς τοὐπίσω πάλιν ἀπιέναι πάντας.
由于这个原因,其余军队无法渡河,佩尔迪卡斯陷入了极大的困惑之中,且由于已经渡河的人不足以与敌人抗衡,而留在另一岸的人又无法援助己方,他便命令所有人再次退回。
§18.35.6διόπερ ἀναγκασθέντων ἁπάντων περαιοῦσθαι τὸ ῥεῖθρον οἱ μὲν ἐπιστάμενοι καλῶς νεῖν καὶ τοῖς σώμασιν ἰσχυρότατοι μετὰ πολλῆς κακοπαθίας διενήξαντο τὸν Νεῖλον, πολλὰ τῶν ὅπλων ἀποβαλόντες, τῶν δʼ ἄλλων διὰ τὴν ἀπειρίαν οἱ μὲν ὑπὸ τοῦ ῥείθρου κατεπόθηαν, οἱ δὲ πρὸς τοὺς πολεμίους ἐξέπεσον, οἱ πλεῖστοι δὲ παρενεχθέντες ἐπὶ πολὺν τόπον ὑπὸ τῶν ἐν τῷ ποταμῷ θηρίων κατεβρώθησαν.
因此,在众人被迫渡河退回时,那些精通游泳且体格最强壮的人,在历经极大艰辛后游过了尼罗河,丢弃了许多武器,而其余的人则因为缺乏经验,有的被水流吞没,有的漂流到敌人那一侧,大多数人被冲走很远,最后被河中的野兽吞食。

词汇与语法注释

  1. 18.35.1καταπραϋνοῦντας — 现在分词的复数宾格。它修饰的是被部署的“战象”(τοὺς μὲν ἐλέφαντας),而不是单数主格的主语佩尔迪卡斯,用以表示它们的作用(目的或结果)。相比之下,前一个分词 ἐκδεχόμενος 为单数主格,修饰主语佩尔迪卡斯。
  2. 18.35.4τοῖς μὲν ποσὶ τὴν ἄμμον πατουμένην — 由主动词 συνέβαινε(非人称未完成过去时)引导的极长的主格/宾格与不定式结构的一部分。这一部分的结构由宾格主语 τὴν ἄμμον、被动分词 πατουμένην καὶ κινουμένην 以及不定式 κατενεχθῆναι(被冲走)组成。随后的 καὶ ... γενέσθαι τὴν διάβασιν 是依赖于 συνέβαινε 的另一个不定式从句。
  3. 18.35.5τῶν δʼ ἐν τῷ πέραν — 虽然 πέραν 通常意为“对岸”,但在此处,从已经渡河的前锋(τῶν μὲν διαβεβηκότων)的角度来看,或根据上下文的地理对比,它指的是佩尔迪卡斯和主力部队所留下的“这一侧的岸边”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.35.1-18.35.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.35.1-18.35.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。