§18.34.1μεσοπορούντων δʼ αὐτῶν ἐπεφάνησαν οἱ περὶ τὸν Πτολεμαῖον δρόμῳ προσιόντες πρὸς τὴν τοῦ πολίσματος ἐπικουρίαν.
正当他们渡河渡到一半时,托勒密的人马跑步前来支援小城,并显露了身影。
φθασάντων δʼ αὐτῶν καὶ παρεισπεσόντων εἰς τὸ χωρίον καὶ διά τε τῶν σαλπίγγων καὶ βοῆς φανερὰν ποιησάντων τὴν ἑαυτῶν παρουσίαν οἱ μὲν περὶ τὸν Περδίκκαν οὐ κατεπλάγησαν, ἀλλὰ τολμηρῶς προσῆγον τοῖς τειχίσμασιν.
尽管他们先一步赶到并冲入该地,通过军号和呼喊声表明了自己的到来,但佩尔迪卡斯的人马并未惊慌,反而勇敢地向城墙逼近。
§18.34.2εὐθὺ δʼ οἱ μὲν ὑπασπισταὶ προσθέμενοι τὰς κλίμακας ἀνέβαινον, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων τὸν χάρακα διέσπων καὶ τὰς ἐπάλξεις ἐρρίπτουν.
随即,一部分持盾兵架起梯子开始攀登,另一部分骑在战象上的人则拆毁栅栏,推倒胸墙。
ὁ δὲ Πτολεμαῖος ἔχων περὶ αὐτὸν τοὺς ἀρίστους καὶ βουλόμενος προτρέψασθαι τοὺς ἄλλους ἡγεμόνας καὶ φίλους προσιέναι τοῖς δεινοῖς αὐτὸς ἀναλαβὼν τὴν σάρισαν καὶ στὰς ἐπʼ ἄκρου τοῦ προτειχίσματος τὸν μὲν ἡγούμενον τῶν ἐλεφάντων ἐξετύφλωσεν, ὑπερδέξιον ἔχων τὴν στάσιν, τὸν δὲ ἐπικαθήμενον Ἰνδὸν τραυματίαν ἐποίησεν, τοὺς δὲ διὰ τῆς κλίμακος ἀναβαίνοντας καταπεφρονηκότως τύπτων καὶ κατατραυματίζων περιεκύλισεν εἰς τὸν ποταμὸν μετὰ τῶν ὅπλων.
而托勒密身边带着最精锐的战士,并希望激励其他将领和朋友去面对危险,他亲自拿起萨里沙长枪,站在前瞻防御工事的顶端,由于占据了居高临下的位置,他刺瞎了领头的战象,并使骑在上面的印度人受伤;至于那些顺着梯子攀登的人,他轻蔑地予以痛击并使其受伤,让他们连同武器一起滚落到河里。
§18.34.3ἀκολούθως δὲ τούτῳ καὶ τῶν φίλων τοῦ Πτολεμαίου διαγωνιζομένων τὸ μὲν ἐχόμενον θηρίον κατακοντισθέντος τοῦ κυβερνῶντος αὐτὸ Ἰνδοῦ παντελῶς ἄχρηστον ἐγένετο.
紧接着,由于托勒密的朋友们也奋力拼搏,相邻的战象在驾驭它的印度人被标枪刺中后,便完全失去了作用。
§18.34.4ἐπὶ πολὺν δὲ χρόνον τῆς τειχομαχίας συνεστώσης οἱ μὲν περὶ τὸν Περδίκκαν ἐκ διαδοχῆς προσβάλλοντες πᾶσαν σπουδὴν εἰσεφέροντο κατὰ κράτος ἑλεῖν τὸ χωρίον, ὁ δὲ Πτολεμαῖος, αὐτὸς ἀριστεύων καὶ τοὺς φίλους παρακαλῶν ἐνδείξασθαι τὴν εὔνοιαν ἅμα καὶ τὴν ἀρετήν, ἡρωικοὺς ἀγῶνας συνεστήσατο.
攻城战持续了很长时间,佩尔迪卡斯的人马轮流进攻,尽一切努力企图强攻夺取该地,而托勒密则亲自建立奇功,并呼吁朋友们展现出忠诚与勇气,展开了英雄般的战斗。
§18.34.5πολλῶν δʼ ἀπολλυμένων παρʼ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἡγεμόνων φιλοτιμίας καὶ τῶν περὶ τὸν Πτολεμαῖον ταῖς ὑπεροχαῖς τῶν τόπων πλεονεκτούντων, τῶν δὲ περὶ τὸν Περδίκκαν τοῖς πλήθεσιν ὑπερεχόντων, τὸ τελευταῖον ἀμφοτέρων διημερευσάντων ἐν τοῖς κινδύνοις ὁ μὲν Περδίκκας λύσας τὴν πολιορκίαν ἐπανῆλθεν εἰς τὴν ἰδίαν στρατοπεδείαν.
由于将领们极度的虚荣心,双方都有许多人丧生,托勒密的人马凭借地形的优势占尽上风,而佩尔迪卡斯的人马则在人数上占优,最终在双方整日处于危险中战斗之后,佩尔迪卡斯解除了包围,退回了自己的营地。
§18.34.6νυκτὸς δʼ ἀναζεύξας λαθραίαν ἐποιεῖτο τὴν πορείαν καὶ κατήντησεν εἰς τὸν ἀπέναντι τόπον τῆς Μέμφεως, πρὸς ᾗ συμβαίνει σχίζεσθαι τὸν Νεῖλον καὶ ποιεῖν νῆσον δυναμένην ἀσφαλῶς δέξασθαι στρατοπεδείαν τε καὶ δύναμιν τὴν μεγίστην.
他在夜间拔营,秘密行军,抵达了孟菲斯的对岸,在孟菲斯附近,尼罗河恰好分流,形成了一座能够安全容纳营地和最庞大军队的岛屿。
§18.34.7εἰς ταύτην οὖν διεβίβαζε τὴν δύναμιν ἐπιπόνως τῶν στρατιωτῶν περαιουμένων διὰ τὸ βάθος τοῦ ποταμοῦ· μέχρι γὰρ τοῦ γενείου τὸ ῥεῦμα προσπῖπτον ἐσάλευε τὰ σώματα τῶν διαβαινόντων, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τοὺς ἄνδρας.
于是,他开始将军队渡往该岛,由于河水深重,士兵们渡河十分吃力;因为湍急的河水冲刷着渡河者的身体,直达他们的下巴,况且武器也成了这些士兵的累赘。