§18.33.1Ἀντίπατρος δὲ τοὺς ἀπὸ τῆς φυγῆς διασωθέντας ἐκδεξάμενος καὶ προσαναλαβὼν προῆγεν ἐπὶ Κιλικίαν, σπεύδων βοηθῆσαι τῷ Πτολεμαίῳ.
安提帕特接纳并重整了那些从败退中幸存的人,随后向基利家进军,急于去援助托勒密。
Περδίκκας δὲ πυθόμενος τὴν κατὰ τὸν Εὐμενῆ νίκην πολλῷ θρασύτερος ἐγένετο πρὸς τὴν εἰς Αἴγυπτον στρατείαν· ὡς δʼ ἐγγὺς ἐγένετο τοῦ Νείλου, κατεστρατοπέδευσεν οὐ μακρὰν πόλεως Πηλουσίου.
而佩尔迪卡斯在得知尤曼尼斯一侧的胜利后,对进军埃及信心大增;当他接近尼罗河时,在离培琉喜阿城不远的地方扎下了营寨。
§18.33.2ἐπιχειρήσας δὲ διώρυγά τινα παλαιὰν ἀνακαθαίρειν καὶ τοῦ ποταμοῦ λάβρως ἐκραγέντος καὶ τὰ ἔργα λυμηναμένου πολλοὶ τῶν φίλων ἐγκαταλιπόντες ἀπεχώρησαν πρὸς τὸν Πτολεμαῖον· §18.33.3καὶ γὰρ φονικὸς ἦν καὶ τῶν ἄλλων ἡγεμόνων περιαιρούμενος τὰς ἐξουσίας καὶ καθόλου πάντων βουλόμενος ἄρχειν βιαίως, ὁ δὲ Πτολεμαῖος τοὐναντίον εὐεργετικὸς καὶ ἐπιεικὴς καὶ μεταδιδοὺς πᾶσι τοῖς ἡγεμόσι τῆς παρρησίας, πρὸς δὲ τούτοις διειληφὼς πάντας τοὺς ἐπικαιροτάτους Αἰγύπτου τόπους φυλακαῖς ἀξιολόγοις καὶ βέλεσι παντοδαποῖς καὶ τοῖς ἄλλοις ἅπασιν εὖ κατεσκευασμένος.
但他企图清理一条古老的运河时,由于河水猛烈冲决并毁坏了工程,他的许多朋友便遗弃了他,投奔了托勒密;因为佩尔迪卡斯为人残暴,剥夺其他将领的权力,且企图强力统治所有人,而托勒密则相反,仁慈且宽厚,并赋予所有将领直言不讳的自由,此外,他还用精良的守备队、各种投掷武器以及其他一切充足的备战物资,占领了埃及所有最有利的地形。
§18.33.4διὸ καὶ κατὰ τὰς ἐπιβολὰς κατὰ τὸ πλεῖστον ἐπλεονέκτει, πολλοὺς ἔχων εὐνοοῦντας καὶ προθύμως διακινδυνεύοντας.
因此,他在自己的企图上大多占尽优势,拥有许多对他心怀好意并甘愿冒险的人。
§18.33.5ὁ δʼ οὖν Περδίκκας διορθούμενος τὰς ἐλαττώσεις συνήγαγε τοὺς ἡγεμόνας καὶ τοὺς μὲν δωρεαῖς, τοὺς δʼ ἐπαγγελίαις μεγάλαις, πάντας δὲ φιλανθρώποις ὁμιλίαις ἐξιδιοποιησάμενος προετρέψατο πρὸς τοὺς ἐπιφερομένους κινδύνους.
于是,佩尔迪卡斯为了挽回劣势而召集了将领们,用礼物拉拢一部分人,用宏大的许诺拉拢另一部分人,并用亲切的谈话争取了所有人,以此激励他们面对即将来临的危险。
παραγγείλας δὲ ἑτοίμους εἶναι πρὸς ἀναζυγὴν ὥρμησε μετὰ τῆς δυνάμεως ἀφʼ ἑσπέρας, οὐδενὶ δηλώσας τὸν τόπον εἰς ὃν διεγνωκὼς ἦν καταντᾶν.
他下令做好出发准备,于傍晚率军出发,但没有向任何人透露他决定前往的目的地。
§18.33.6τὴν δὲ νύκτα πᾶσαν ὁδοιπορήσας ἐν τάχει κατεστρατοπέδευσε παρὰ τὸν Νεῖλον πλησίον φρουρίου τινος ὃ προσηγορεύετο Καμήλων τεῖχος.
他彻夜疾行,在尼罗河畔、一座被称为“骆驼墙”的要塞附近扎营。
διαφαινούσης δὲ τῆς ἡμέρας διεβίβαζε τὴν δύναμιν ἡγουμένων τῶν ἐλεφάντων, ἐπακολουθούντων δὲ τῶν ὑπασπιστῶν καὶ κλιμακοφόρων καὶ τῶν ἄλλων διʼ ὧν ἔμελλε τὴν τειχομαχίαν ποιεῖσθαι.
天刚破晓,他便开始渡河,战象居前开路,其后紧随持盾兵、携梯兵以及他准备用来进行攻城战的其他部队。
ἐπὶ πᾶσι δὲ ἐπεβάλοντο οἱ κράτιστοι τῶν ἱππέων, οὓς διενοεῖτο ἐπιπέμπειν τοῖς περὶ τὸν Πτολεμαῖον, ἐὰν τύχωσιν ἐπιφαινόμενοι.
在最后尾,最精锐的骑兵跟进,他打算在托勒密的人马出现时,派这支骑兵去迎击他们。