§18.32.1ἅμα δὲ τούτοις πραττομἐνοις καὶ τὸ λοιπὸν πλῆθος τῶν ἱππέων συμπεσὸν εἰς μάχην πολὺν ἐποίει φόνον.
在这些事情发生的同时,其余大批骑兵也投入战斗,造成了惨重的伤亡。
διὸ καὶ τῶν μὲν πιπτόντων, τῶν δὲ τραυματιζομένων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ὁ κίνδυνος, μετὰ ταῦτα δὲ φανερᾶς γενομένης τῆς τοῦ Νεοπτολέμου τελευτῆς καὶ τῆς ἐπὶ θατέρου κέρατος τροπῆς ἅπαντες πρὸς φυγὴν ὥρμησαν καὶ καθάπερ πρὸς τεῖχος ὀχυρὸν πρὸς τὴν τῶν πεζῶν φάλαγγα κατέφυγον.
因此,在有人倒下、有人受伤的情况下,起初战局还是势均力敌的,但随后,随着涅奥普托勒摩斯的战死以及另一翼败退的消息传开,众人皆开始溃逃,并像奔向坚固的城墙一样,逃往步兵方阵寻求庇护。
§18.32.2ὁ δʼ Εὐμενὴς ἀρκεσθεὶς τῷ προτερήματι καὶ τῶν στρατηγικῶν σωμάτων ἀμφοτέρων κυριεύσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας.
尤曼尼斯满足于这次胜利,并在夺得两位将军的遗体后,用军号召回了士兵。
στήσας δὲ τρόπαιον καὶ τοὺς νεκροὺς θάψας διεπέμψατο πρὸς τὴν τῶν ἡττημένων φάλαγγα, παρακαλῶν ἑαυτῷ προσθέσθαι καὶ διδοὺς ἐξουσίαν ἑκάστοις ὅποι βούλονται τὴν ἀποχώρησιν ποιήσασθαι.
他立起战胜纪念碑并埋葬了死者,随后派人前往战败者的方阵,劝说他们归顺自己,并允许每个人可以自由退却到他们想去的任何地方。
§18.32.3δεξαμένων δὲ τὰς διαλύσεις τῶν Μακεδόνων καὶ δόντων τὰς διὰ τῶν ὅρκων πίστεις ἔλαβον ἐξουσίαν ἔν τισι κώμαις πλησίον κειμέναις ἐπισιτίσασθαι καὶ παρεκρούσαντο τὸν Εὐμενῆ· ἀναλαβόντες γὰρ ἑαυτοὺς καὶ τὰς τροφὰς παρασκευασάμενοι νυκτὸς ἀπηλλάγησαν καὶ λαθραίως ἀπεχώρουν πρὸς τὸν Ἀντίπατρον.
马其顿兵接受了和解协议并宣誓做出保证后,获准在附近的几个村庄筹集粮食,然而他们却欺骗了尤曼尼斯;因为他们休整了队伍,并在准备好粮食后,于夜间悄然离去,暗中退却到了安提帕特那里。
§18.32.4ὁ δʼ Εὐμενὴς ἐπεβάλετο μὲν κολάσαι τὴν ἀθεσίαν τῶν παραβεβηκότων τοὺς ὅρκους καὶ διώκειν ἐκ ποδῶν τὴν φάλαγγα, οὐδὲν δὲ δυνάμενος πρᾶξαι διά τε τὰς ἀρετὰς τῶν ἀποχωρούντων καὶ διὰ τὴν ἐκ τῶν τραυμάτων ἐλάττωσιν ἀπέγνω τὸν διωγμόν.
尤曼尼斯企图惩罚那些违背誓言之人的背信弃义,并立即对该方阵展开追击,但由于退却者的顽强抵御以及他自身因负伤而导致的身体虚弱,他无法采取任何行动,最终放弃了追击。
οὗτος μὲν οὖν ἐπιφανεῖ μάχῃ νικήσας καὶ δύο μεγάλους ἡγεμόνας ἀνελὼν μεγάλης ἔτυχε δόξης.
因此,他通过一场辉煌的战役获得胜利,并击杀了两位伟大的领袖,赢得了极大的声誉。