§18.33.1Ἀντίπατρος δὲ τοὺς ἀπὸ τῆς φυγῆς διασωθέντας ἐκδεξάμενος καὶ προσαναλαβὼν προῆγεν ἐπὶ Κιλικίαν, σπεύδων βοηθῆσαι τῷ Πτολεμαίῳ.
アンティパトロスは、敗走から生き延びた者たちを迎え入れて再編成すると、キリキアへと軍を進めた。 プトレマイオスを急ぎ救援するためである。
Περδίκκας δὲ πυθόμενος τὴν κατὰ τὸν Εὐμενῆ νίκην πολλῷ θρασύτερος ἐγένετο πρὸς τὴν εἰς Αἴγυπτον στρατείαν· ὡς δʼ ἐγγὺς ἐγένετο τοῦ Νείλου, κατεστρατοπέδευσεν οὐ μακρὰν πόλεως Πηλουσίου.
一方、ペルディッカスはエウメネス側の勝利を知ると、エジプト遠征に向けて大いに意を強くし、ナイル川に近づくと、ペルシオンの街から遠くない場所に陣を張った。
§18.33.2ἐπιχειρήσας δὲ διώρυγά τινα παλαιὰν ἀνακαθαίρειν καὶ τοῦ ποταμοῦ λάβρως ἐκραγέντος καὶ τὰ ἔργα λυμηναμένου πολλοὶ τῶν φίλων ἐγκαταλιπόντες ἀπεχώρησαν πρὸς τὸν Πτολεμαῖον·
しかし、彼が古い運河の一つを浚渫しようと試みたところ、川が激しく氾濫してその工事を台無しにしたため、多くの友臣たちが彼を見捨ててプトレマイオスのもとへと去って行った。
§18.33.3καὶ γὰρ φονικὸς ἦν καὶ τῶν ἄλλων ἡγεμόνων περιαιρούμενος τὰς ἐξουσίας καὶ καθόλου πάντων βουλόμενος ἄρχειν βιαίως, ὁ δὲ Πτολεμαῖος τοὐναντίον εὐεργετικὸς καὶ ἐπιεικὴς καὶ μεταδιδοὺς πᾶσι τοῖς ἡγεμόσι τῆς παρρησίας, πρὸς δὲ τούτοις διειληφὼς πάντας τοὺς ἐπικαιροτάτους Αἰγύπτου τόπους φυλακαῖς ἀξιολόγοις καὶ βέλεσι παντοδαποῖς καὶ τοῖς ἄλλοις ἅπασιν εὖ κατεσκευασμένος.
というのも、ペルディッカスは残虐で、他の将軍たちから権限を剥奪し、総じて全員を暴力的に支配しようとしていたのに対し、プトレマイオスは反対に慈悲深く寛大で、すべての将軍たちに発言の自由を分かち与えており、さらにこれに加えて、エジプトの最も要衝となるあらゆる場所を優秀な守備隊とあらゆる種類の飛び道具、そしてその他すべての十分な備えで固めていたからである。
§18.33.4διὸ καὶ κατὰ τὰς ἐπιβολὰς κατὰ τὸ πλεῖστον ἐπλεονέκτει, πολλοὺς ἔχων εὐνοοῦντας καὶ προθύμως διακινδυνεύοντας.
それゆえ、彼はその企てにおいて大抵は優位に立ち、自分に好意を寄せ、自んで危険を冒そうとする者を多く抱えていた。
§18.33.5ὁ δʼ οὖν Περδίκκας διορθούμενος τὰς ἐλαττώσεις συνήγαγε τοὺς ἡγεμόνας καὶ τοὺς μὲν δωρεαῖς, τοὺς δʼ ἐπαγγελίαις μεγάλαις, πάντας δὲ φιλανθρώποις ὁμιλίαις ἐξιδιοποιησάμενος προετρέψατο πρὸς τοὺς ἐπιφερομένους κινδύνους.
そこでペルディッカスは、これらの劣勢を挽回すべく将軍たちを集め、ある者には贈り物を、ある者には大いなる約束を、そして全員には親切な言葉をかけることで味方に引き入れ、これから降りかかる危険へと奮起させた。
παραγγείλας δὲ ἑτοίμους εἶναι πρὸς ἀναζυγὴν ὥρμησε μετὰ τῆς δυνάμεως ἀφʼ ἑσπέρας, οὐδενὶ δηλώσας τὸν τόπον εἰς ὃν διεγνωκὼς ἦν καταντᾶν.
そして出発の準備をするよう命令すると、夕方から軍勢を率いて進撃したが、自分が到達するつもりでいる場所を誰にも明らかにしなかった。
§18.33.6τὴν δὲ νύκτα πᾶσαν ὁδοιπορήσας ἐν τάχει κατεστρατοπέδευσε παρὰ τὸν Νεῖλον πλησίον φρουρίου τινος ὃ προσηγορεύετο Καμήλων τεῖχος.
夜を徹して迅速に行軍した彼は、ナイル川の傍ら、「ラクダの砦」と呼ばれる要塞の近くに陣を張った。
διαφαινούσης δὲ τῆς ἡμέρας διεβίβαζε τὴν δύναμιν ἡγουμένων τῶν ἐλεφάντων, ἐπακολουθούντων δὲ τῶν ὑπασπιστῶν καὶ κλιμακοφόρων καὶ τῶν ἄλλων διʼ ὧν ἔμελλε τὴν τειχομαχίαν ποιεῖσθαι.
夜が明けると、彼はゾウを先頭に立たせ、その後に防楯兵や梯子持ち、その他攻城戦を行うために用いる予定の者たちを従わせて、軍勢を渡河させ始めた。
ἐπὶ πᾶσι δὲ ἐπεβάλοντο οἱ κράτιστοι τῶν ἱππέων, οὓς διενοεῖτο ἐπιπέμπειν τοῖς περὶ τὸν Πτολεμαῖον, ἐὰν τύχωσιν ἐπιφαινόμενοι.
そして最後尾には、もしプトレマイオスの一行が現れた場合に突撃させるつもりであった、最も精強な騎兵たちが続いた。