§18.30.1Εὐμενὴς δὲ πυνθανόμενος προάγειν ἐπʼ αὐτὸν τοὺς πολεμίους ἤθροισε πανταχόθεν τὰς δυνάμεις καὶ μάλιστα τὴν ἱππικήν· τοῖς γὰρ πεζοῖς οὐ δυνάμενος ἐξισωθῆναι τῇ Μακεδονικῇ φάλαγγι κατεσκεύαζεν ἀξιόλογον σύστημα τῶν ἱππέων, διʼ ὧν ἤλπιζε κρατήσειν τῶν ἐναντίων.
尤曼尼斯得知敌军正向他进军,便从各处集结军队,特别是骑兵;因为在步兵方面他无法与马其顿方阵抗衡,所以他组建了一支实力雄厚的骑兵部队,希望借此战胜对手。
§18.30.2ὡς δʼ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις, ὁ μὲν Κρατερὸς συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ παρορμήσας εἰς τὸν ἀγῶνα τοῖς οἰκείοις λόγοις ἔφησε διδόναι τοῖς στρατιώταις, ἐὰν κρατήσωσι τῇ μάχῃ, διαρπάσαι τῶν πολεμίων πάσας τὰς ἀποσκευάς.
当两军接近时,克拉特鲁斯召集全体士兵集会,用适宜的言辞鼓舞他们投入战斗,并表示如果他们在战斗中获胜,便将敌军的所有辎重给予士兵们去掠夺。
§18.30.3πάντων δὲ προθύμων γενομένων ἐξέταξε τὴν δύναμιν, τοῦ μὲν δεξιοῦ κέρατος αὐτὸς ἡγούμενος, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν παραδοὺς Νεοπτολέμῳ.
在众人意气风发后,他整顿了军队,自己率领右翼,而将左翼的指挥权交给了涅奥普托勒摩斯。
§18.30.4εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους, ὧν ἦσαν οἱ πλείους Μακεδόνες, διαβεβοημένοι ταῖς ἀνδραγαθίαις, ἐν οἷς εἶχε μάλιστα τὰς ἐλπίδας τῆς νίκης· ἱππεῖς δὲ συνηκολούθουν πλείους τῶν δισχιλίων.
他的总兵力包括两万步兵,其中大部分是因英勇而闻名的马其顿人,他对这些人寄予了最大的胜利希望;随行的骑兵则有两千多人。
§18.30.5Εὐμενὴς δʼ εἶχε πεζοὺς μὲν δισμυρίους, παντοδαποὺς τοῖς γένεσιν, ἱππεῖς δὲ πεντακισχιλίους, δι’ ὧν τὸν κίνδυνον κρίνειν διεγνώκει.
另一方面,尤曼尼斯拥有两万名来自各族的步兵,以及五千名骑兵,他决定以这些骑兵来决定战斗的胜负。
ἀμφοτέρων δὲ τοὺς ἱππεῖς διελομένων ἐπὶ τὰ κέρατα καὶ πολὺ πρὸ τῆς φάλαγγος προϊππευσάντων ὁ μὲν Κρατερὸς πρῶτος μετὰ τῶν ἐπιλέκτων ἐπιρράξας τοῖς πολεμίοις ἠγωνίσατο μὲν περιβλέπτως, σφαλέντος δὲ τοῦ ἵππου ἔπεσεν ἐπὶ τὴν γῆν, διὰ δὲ τὸν φυρμὸν καὶ τὴν πυκνότητα τῶν ἐφιππευόντων ἀγνοηθεὶς ὃς ἦν συνεπατήθη καὶ τὸν βίον ἀλόγως κατέστρεψεν.
当双方都将骑兵部署在两翼并远远地骑行到方阵前面时,克拉特鲁斯率领精锐部队首先向敌军发起冲锋,表现得异常夺目,但由于马匹绊倒,他跌落到地上,又因为后续骑兵的混乱与拥挤,他的身份未被认出,惨遭践踏,荒谬地结束了生命。
§18.30.6τῇ δὲ τούτου τελευτῇ τῶν πολεμίων ἐπαρθέντων καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων πολὺς ἐγίνετο φόνος.
他的死使敌军士气大振,大批敌军从四面八方涌入,造成了惨重的伤亡。
καὶ τὸ μὲν δεξιὸν κέρας τοῦτον τὸν τρόπον θλιβόμενον ἠναγκάσθη καταφυγεῖν πρὸς τὴν τῶν πεζῶν φάλαγγα,
右翼在受到如此压迫之下,被迫退避到步兵方阵中,