§18.29.1Περδίκκας γὰρ ὑφορώμενος αὐτοῦ τὴν αὔξησιν αὐτὸς μὲν ἔκρινε μετὰ τῶν βασιλέων τῷ πλείστῳ μέρει τῆς δυνάμεως στρατεύειν ἐπὶ τὴν Αἴγυπτον, Εὐμενῆ δʼ ἐξέπεμψεν ἐπὶ τὸν Ἑλλήσποντον κωλύσοντα τοὺς περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν διαβαίνειν εἰς τὴν Ἀσίαν, δοὺς αὐτῷ τὴν ἁρμόζουσαν δύναμιν.
佩尔迪卡斯因警惕其势力的增长,决定亲自率领国王们及大部分军队远征埃及,同时派遣尤曼尼斯前往赫勒斯滂,以阻止安提帕特和克拉特鲁斯一派渡海进入亚洲,并给予了他适当的军队。
§18.29.2συνεξέπεμψε δὲ καὶ τῶν ἀξιολόγων ἡγεμόνων τοὺς ἱκανούς, ὧν ἦσαν ἐπιφανέστατοι Ἀλκέτας ὁ ἀδελφὸς καὶ Νεοπτόλεμος, καὶ τούτοις παρεκελεύσατο πάντα πειθαρχεῖν Εὐμενεῖ διά τε τὴν στρατηγίαν αὐτοῦ καὶ διὰ τὴν τῆς πίστεως βέβαιότητα.
他还随同派遣了足够数量的著名将领,其中最显赫的是他的兄弟阿尔克塔斯和涅奥普托勒摩斯,并嘱咐他们,因尤曼尼斯的统帅才能和忠诚的坚定不移,在一切事务上皆要听从他的指挥。
§18.29.3ὁ δʼ Εὐμενὴς μετὰ τῆς δοθείσης δυνάμεως παρελθὼν ἐπὶ τὸν Ἑλλήσποντον καὶ προκατασκευασάμενος ἐκ τῆς ἰδίας σατραπείας ἵππων πλῆθος ἐκόσμησε τὴν στρατιάν, ἐλλειπῆ καθεστῶσαν κατὰ τοῦτο τὸ μέρος.
尤曼尼斯率领所给的军队抵达赫勒斯滂,并预先从自己的总督辖区调集了大量马匹,整顿了在这方面有所匮乏的军队。
§18.29.4τῶν δὲ περὶ Κρατερὸν καὶ Ἀντίπατρον περαιωσάντων τὰς δυνάμεις ἐκ τῆς Εὐρώπης ὁ μὲν Νεοπτόλεμος φθονήσας τῷ Εὐμενεῖ καὶ περὶ αὑτὸν ἔχων Μακεδονικὴν δύναμιν ἀξιόλογον λάθρᾳ διεπρεσβεύσατο πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον καὶ συνθέμενος κοινοπραγίαν ἐπεβούλευσε τῷ Εὐμενεῖ.
当克拉特鲁斯和安提帕特一派将军队从欧洲运送过来时,涅奥普托勒摩斯因嫉妒尤曼尼斯,且自身身边拥有一支相当规模的马其顿军队,便暗中派遣使者前往安提帕特一派,达成共同行动的协议,企图加害尤曼尼斯。
καταφανὴς δὲ γενόμενος καὶ συναναγκασθεὶς μάχην συνάψαι αὐτός τε ἐκινδύνευσεν ἀναιρεθῆναι καὶ τὴν δύναμιν σχεδὸν ἅπασαν ἀπέβαλεν·
然而,由于阴谋败露,他被迫交战,不仅自身几近被杀,而且几乎丧失了全部军队。
§18.29.5ὁ γὰρ Εὐμενὴς νικήσας καὶ πολλοὺς ἀνελὼν τὸ λοιπόν τε πλῆθος τῶν στρατιωτῶν προσηγάγετο καὶ τὴν δύναμιν τὴν ἰδίαν οὐ μόνον διὰ τῆς νίκης ἐπηύξησεν, ἀλλὰ καὶ προσλαβόμενος Μακεδόνων ἀγαθῶν ἀνδρῶν πλῆθος.
因为尤曼尼斯在获胜并歼灭了许多敌军后,将剩余的大批士兵收归己有,不仅通过胜利壮大了自己的力量,还吸收了大量英勇的马其顿人。
§18.29.6Νεοπτόλεμος πτόλεμος μὲν οὖν μετὰ τριακοσίων ἱππέων διασωθεὶς ἐκ τῆς παρατάξεως ἀφίππευσε μετὰ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον·
于是,涅奥普托勒摩斯带着三百名骑兵从战线中脱险,与他们一同骑马投奔了安提帕特一派。
§18.29.7οὗτοι δὲ συνεδρεύσαντες περὶ τοῦ πολέμου διέγνωσαν τὰς δυνάμεις εἰς δύο μέρη διελεῖν καὶ τὸ μὲν ἕτερον Ἀντίπατρον ἀναλαβόντα προάγειν ἐπὶ Κιλικίας, διαπολεμήσοντα πρὸς Περδίκκαν, τὸ δὲ ἄλλο μέρος ἔχοντα Κρατερὸν ἐπιβαλεῖν τοῖς περὶ τὸν Εὐμενῆ καὶ τούτους καταπολεμήσαντα καταντᾶν πρὸς Ἀντίπατρον, ὅπως εἰς ταὐτὸ συναχθεισῶν τῶν δυνάμεων καὶ τοῦ Πτολεμαίου προσληφθέντος εἰς τὴν συμμαχίαν δυνατοὶ γένωνται περιγενέσθαι τῶν βασιλικῶν δυνάμεων.
后者举行会议商讨战局,决定将军队分为两部分,其中一部分由安提帕特率领向基利家进军,以便与佩尔迪卡斯彻底决战;另一部分则由克拉特鲁斯率领,袭击尤曼尼斯一派,并在击败他们后与安提帕特会合。 这样做是为了在军队聚集到同一地点,且争取到托勒密加入同盟后,能够压倒王室的军队。