§18.3.1οὗτος δὲ παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν καὶ συνεδρεύσας μετὰ τῶν ἡγεμόνων Πτολεμαίῳ μὲν τῷ Λάγου τὴν Αἴγυπτον ἔδωκεν, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν, Φιλώτᾳ δὲ Κιλικίαν καὶ Πίθωνι μὲν Μηδίαν, Εὐμενεῖ δὲ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ πάσας τὰς συνοριζούσας ταύταις χώρας, ἃς Ἀλέξανδρος οὐκ ἐπῆλθεν ἐκκλεισθεὶς ὑπὸ τῶν καιρῶν, ὅτε διεπολέμει πρὸς Δαρεῖον, Ἀντιγόνῳ δὲ Παμφυλίαν καὶ Λυκίαν καὶ τὴν μεγάλην καλουμένην Φρυγίαν, μετὰ δὲ ταῦτα Κασάνδρῳ μὲν Καρίαν, Μελεάγρῳ δὲ Λυδίαν, Λεοννάτῳ δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν.
而他接管了全局的领导权,并与诸将召开会议,将埃及分给拉古斯之子托勒密,将叙利亚分给米蒂利尼的拉奥墨东,将基利家分给菲罗塔斯,将米底分给培松,将帕夫拉戈尼亚、卡帕多西亚以及与这些地区接壤的所有土地分给尤米尼斯(这些地方是亚历山大在与大流士作战时因局势所限而未能涉足的),将旁非利亚、吕基亚以及被称为“大”弗里吉亚的地区分给安提柯,此后,将卡里亚分给卡桑德,将吕底亚分给梅列阿革洛斯,将赫勒斯滂弗里吉亚分给莱昂纳图斯。
αὗται μὲν οὖν αἱ σατραπεῖαι τοῦτον τὸν τρόπον ἐμερίσθησαν.
于是,这些行省便以这种方式分配完毕。
§18.3.2κατὰ δὲ τὴν Εὐρώπην Λυσιμάχῳ μὲν ἐδόθη Θρᾴκη καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν παρὰ τὴν Ποντικὴν θάλασσαν, ἡ δὲ Μακεδονία καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν Ἀντιπάτρῳ προσωρίσθη.
在欧洲方面,色雷斯以及沿黑海接壤的诸族土地被分给利西马科斯,而马其顿及邻近的诸族土地则归属于安提帕特。
τὰς δὲ κατὰ τὴν Ασίαν παραλελειμμένας σατραπείας ἔδοξε μὴ κινεῖν, ἀλλʼ ἐᾶν ὑπὸ τοὺς αὐτοὺς ἡγεμόνας τεταγμένας· ὁμοίως δὲ καὶ Ταξίλην καὶ Πῶρον κυρίους εἶναι τῶν ἰδίων βασιλειῶν, καθάπερ αὐτὸς Ἀλέξανδρος ἦν τεταχώς.
至于亚洲其余未提及的行省,决定不予变动,而是维持在原有统治者的治理之下;同样,塔克西莱斯和波罗斯也继续担任各自王国的领主,正如亚历山大本人先前所安排的那样。
§18.3.3τούτων δὲ τὴν συνορίζουσαν σατραπείαν τοῖς περὶ Ταξίλην βασιλεῦσι συνεχώρησε· τὴν δὲ παρὰ τὸν Καύκασον κειμένην, ὀνομαζομένην δὲ Παροπανισαδῶν προσώρισεν Ὀξυάρτῃ τῷ Βακτριανῷ, οὗ τὴν θυγατέρα Ῥωξάνην γεγαμηκὼς ἦν Ἀλέξανδρος.
在这些地区中,他允许塔克西莱斯麾下的诸王保留邻近的行省;而将坐落于高加索旁、被称为巴罗帕尼萨达伊的行省分给了巴克特里亚人奥克夏特斯,亚历山大曾娶其女罗克珊娜。
καὶ Σιβυρτίῳ μὲν ἔδωκεν Ἀραχωσίαν καὶ Κεδρωσίαν, Στασάνορι δὲ τῷ Σολίῳ τὴν Ἀρίαν καὶ Δραγγινήν, Φιλίππῳ δὲ προσώρισε Βακτριανὴν καὶ Σογδιανήν, Φραταφέρνῃ δὲ Παρθυαίαν καὶ Ὑρκανίαν καὶ Πευκέστῃ μὲν Περσίδα, Τληπολέμῳ δὲ Καρμανίαν, Ἀτροπάτῃ δὲ Μηδίαν, Ἄρχωνι δὲ τὴν Βαβυλωνίαν, Ἀρκεσιλάῳ δὲ Μεσοποταμίαν.
他又将阿拉霍西亚和格德罗西亚分给西比尔提乌斯,将阿里亚和德兰吉亚那分给索里的斯塔萨诺,将巴克特里亚和索格迪亚纳分给腓力,将帕提亚和希尔卡尼亚分给弗拉塔费尔内斯,将波斯分给佩乌凯斯塔斯,将卡尔马尼亚分给特勒波勒摩斯,将米底分给阿特罗巴特斯,将巴比伦尼亚分给阿尔孔,将美索不达米亚分给阿尔凯西拉乌斯。
§18.3.4Σέλευκον δʼ ἔταξεν ἐπὶ τὴν ἱππαρχίαν τῶν ἑταίρων, οὖσαν ἐπιφανεστάτην· ταύτης γὰρ Ἡφαιστίων πρῶτος μὲν ἡγήσατο, μετὰ δὲ τοῦτον Περδίκκας, τρίτος δʼ ὁ προειρημένος Σέλευκος.
他任命塞琉古为最为显赫的“伙友”骑兵的长官;因为这一职务最早由赫费斯提翁统帅,其后是佩尔迪卡斯,而第三任则是前述的塞琉古。
§18.3.5ἐπὶ δὲ τὴν κατακομιδὴν τοῦ σώματος καὶ τὴν κατασκευὴν τῆς ἁρμαμάξης τῆς μελλούσης κομίζειν τὸ σῶμα τοῦ τετελευτηκότος βασιλέως εἰς Ἄμμωνα ἔταξαν Ἀρριδαῖον.
而为了护送遗体,以及建造用来将已故国王的遗体运往阿蒙神庙的葬车,他们指派了阿里代乌斯。