§18.4.1κρατερὸς δὲ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὑπάρχων ἔτυχε προαπεσταλμένος εἰς Κιλικίαν ὑπʼ Ἀλεξάνδρου μετὰ τῶν ἀπολυθέντων τῆς στρατείας, ὄντων μυρίων.
至于克拉特鲁斯,作为最显赫的人物之一,他当时正巧被亚历山大预先派遣到基利家,随行的还有一万名退役士兵。
ἅμα δʼ εἰληφὼς ἐντολὰς ἦν ἐγγράπτους, ἃς ἔδωκε μὲν ὁ βασιλεὺς αὐτῷ συντελέσαι, μεταλλάξαντος δʼ Ἀλεξάνδρου τοῖς διαδόχοις ἔδοξε μὴ συντελεῖν τὰ βεβουλευμένα.
同时,他手头已接获国王交给他执行的成文指令;但在亚历山大去世后,继承人们决定不执行这些已规划好的事务。
§18.4.2ὁ γὰρ Περδίκκας παραλαβὼν ἐν τοῖς ὑπομνήμασι τοῦ βασιλέως τήν τε συντέλειαν τῆς Ἡφαιστίωνος πυρᾶς, πολλῶν δεομένην χρημάτων, τάς τε λοιπὰς αὐτοῦ ἐπιβολὰς πολλὰς καὶ μεγάλας οὔσας καὶ δαπάνας ἀνυπερβλήτους ἐχούσας ἔκρινε συμφέρειν ἀκύρους ποιῆσαι.
因为佩尔迪卡斯在国王的备忘录中,发现了需要巨额资金的赫费斯提翁火葬坛的完工工程,以及其他许多规模宏大、耗资惊人的计划,于是他判定宣布这些计划无效是有利的。
§18.4.3ἵνα δὲ μὴ δόξῃ διὰ τῆς ἰδίας γνώμης καθαιρεῖν τι τῆς Ἀλεξάνδρου δόξης ἐπὶ τὸ κοινὸν τῶν Μακεδόνων πλῆθος ἀνήνεγκε τὴν περὶ τούτων βουλήν.
但为了不让人觉得他是凭个人意愿在损害亚历山大的声誉,他将有关这些事务的决议提交给马其顿人的全体大会。
ἦν δὲ τῶν ὑπομνημάτων τὰ μέγιστα καὶ μνήμης ἄξια τάδε, §18.4.4χιλίας μὲν ναῦς μακρὰς μείζους τριήρων ναυπηγήσασθαι κατὰ τὴν Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν καὶ Κύπρον πρὸς τὴν στρατείαν τὴν ἐπὶ Καρχηδονίους καὶ τοὺς ἄλλους τοὺς παρὰ θάλατταν κατοικοῦντας τῆς τε Λιβύης καὶ Ἰβηρίας καὶ τῆς ὁμόρου χώρας παραθαλαττίου μέχρι Σικελίας, ὁδοποιῆσαι δὲ τὴν παραθαλάττιον τῆς Λιβύης μέχρι στηλῶν Ἡρακλείων, ἀκολούθως δὲ τῷ τηλικούτῳ στόλῳ λιμένας καὶ νεώρια κατασκευάσαι κατὰ τοὺς ἐπικαίρους τῶν τόπων, ναούς τε κατασκευάσαι πολυτελεῖς ἕξ, ἀπὸ ταλάντων χιλίων καὶ πεντακοσίων ἕκαστον, πρὸς δὲ τούτοις πόλεων συνοικισμοὺς καὶ σωμάτων μεταγωγὰς ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην καὶ κατὰ τοὐναντίον ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, ὅπως τὰς μεγίστας ἠπείρους ταῖς ἐπιγαμίαις καὶ ταῖς οἰκειώσεσιν εἰς κοινὴν ὁμόνοιαν καὶ συγγενικὴν φιλίαν καταστήσῃ.
而这些备忘录中最大且最值得纪念的内容如下:在腓尼基、叙利亚、基利家及塞浦路斯建造一千艘大于三段战船的远洋战舰,用于远征迦太基人以及居住在从利比亚、伊比利亚及其邻近沿海地区直至西西里沿海的其他民族;并沿着利比亚沿海地区修建一条直达赫拉克勒斯之柱的道路;与如此庞大的舰队相适应,在各要地建造港口和船坞;建造六座奢华的神殿,每座耗资一千五百塔兰同;此外,合并城市,并将人口从亚洲迁移到欧洲,反之亦然,从欧洲迁移到亚洲,以便通过联姻和亲密关系,将这些最大的大陆带入共同的和睦与亲如一家的友谊之中。
§18.4.5τοὺς δὲ προειρημένους ναοὺς ἔδει κατασκευασθῆναι ἐν Δήλῳ καὶ Δελφοῖς καὶ Δωδώνῃ, κατὰ δὲ τὴν Μακεδονίαν ἐν Δίῳ μὲν τοῦ Διός, ἐν Ἀμφιπόλει δὲ τῆς Ταυροπόλου, ἐν Κύρνῳ δὲ τῆς Ἀθηνᾶς· ὁμοίως δὲ καὶ ἐν Ἰλίῳ ταύτης τῆς θεᾶς κατασκευασθῆναι ναὸν ὑπερβολὴν ἑτέρῳ μὴ καταλείποντα. τοῦ δὲ πατρὸς Φιλίππου τάφον πυραμίδι παραπλήσιον μιᾷ τῇ μεγίστῃ κατὰ τὴν Αἴγυπτον, ἃς ἐν τοῖς ἑπτά τινες μεγίστοις ἔργοις καταριθμοῦσιν.
而前述的神殿应当建在提洛、德尔斐和多多纳,在马其顿则建在迪翁供奉宙斯,建在安菲波利斯供奉牛神(阿尔特弥斯),建在基尔努斯供奉雅典娜;同样,在伊利翁也要建造一座该女神的神殿,其宏伟程度不容被其他神殿所超越;还要为父亲腓力建造一座与埃及最大的一座金字塔相似的陵墓,有些人将这些金字塔列为七大最伟大的奇迹之一。
§18.4.6ἀναγνωσθέντων δὲ τῶν ὑπομνημάτων οἱ Μακεδόνες, καίπερ ἀποδεδεγμένοι καλῶς τὸν Ἀλέξανδρον, ὅμως ὑπερόγκους καὶ δυσεφίκτους τὰς ἐπιβολὰς ὁρῶντες ἔκριναν μηδὲν τῶν εἰρημένων συντελεῖν.
备忘录宣读完毕后,马其顿人虽然非常爱戴亚历山大,但看到这些计划过于庞大且难以实现,还是决定不执行其中提到的任何一项。
§18.4.7Περδίκκας δὲ τὸ μὲν πρῶτον τοὺς ταραχώδεις τῶν στρατιωτῶν καὶ μάλιστα ἀλλοτρίως ἔχοντας τὰ πρὸς αὐτὸν ἀπέκτεινεν, ὄντας τριάκοντα.
佩尔迪卡斯首先处死了士兵中那些骚乱分子,尤其是对他怀有敌意的人,共三十人。
μετὰ δὲ ταῦτα καὶ Μελέαγρον ἐν τῇ στάσει καὶ πρεσβείᾳ προδότην γεγενημένον, ἐπιβαλόμενος οἰκείας διαβολὰς καὶ κατηγορίας, ὡς ἐπιβουλὴν κατʼ αὐτοῦ πεποιημένον ἐκόλασε.
在此之后,梅列阿革洛斯在叛乱和使团中表现出了叛国行为,佩尔迪卡斯以他图谋不轨为由,对他施加了中伤和指控,从而惩办了他。
§18.4.8μετὰ δὲ ταῦτα ἐν ταῖς ἄνω σατραπείαις τῶν κατοικισθέντων Ἑλλήνων ἀποστάντων καὶ δύναμιν ἀξιόλογον συστησαμένων ἕνα τῶν ἐπιφανῶν ἀνδρῶν ἐξέπεμψε Πίθωνα, διαπολεμήσοντα πρὸς αὐτούς.
在此之后,在上方行省定居的希腊人发动叛乱,并集结了一支相当规模的军队,佩尔迪卡斯便派出了显赫人物之一的培松去与他们交战。