§18.27.1τούτων δʼ ὁ μὲν πρῶτος ἦν ἔχων ἅρμα τορευτὸν καὶ καθήμενον ἐπὶ τούτου τὸν Ἀλέξανδρον, μετὰ χεῖρας ἔχοντα σκῆπτρον διαπρεπές·
在这些之中,第一个饰带展示了一辆雕刻精美的战车,以及坐在战车上的亚历山大,他手中执着一柄华丽的权杖。
περὶ δὲ τὸν βασιλέα μία μὲν ὑπῆρχε θεραπεία καθωπλισμένη Μακεδόνων, ἄλλη δὲ Περσῶν μηλοφόρων καὶ πρὸ τούτων ὁπλοφόροι·
在国王周围,一侧是由武装的马其顿人组成的侍卫,另一侧是由手持苹果的波斯人组成的侍卫,在这两队侍卫的前方则是持盾的兵士。
ὁ δὲ δεύτερος εἶχε τοὺς ἐπακολουθοῦντας τῇ θεραπείᾳ ἐλέφαντας κεκοσμημένους πολεμικῶς, ἀναβάτας ἔχοντας ἐκ μὲν τῶν ἔμπροσθεν Ἰνδούς, ἐκ δὲ τῶν ὄπισθεν Μακεδόνας καθωπλισμένους τῇ συνήθει σκευῇ, ὁ δὲ τρίτος ἱππέων εἴλας μιμουμένας τὰς ἐν ταῖς παρατάξεσι συναγωγάς, ὁ δὲ τέταρτος ναῦς κεκοσμημένας πρὸς ναυμαχίαν.
第二个饰带展示了紧随侍卫之后的战象,这些战象经过了战争装装,前部载着印度驭手,后部载着装备常规武器的马其顿人。 第三个饰带展示了模拟战场编队的骑兵队,第四个饰带展示了装备用于海战的战船。
καὶ παρὰ μὲν τὴν εἰς τὴν καμάραν εἴσοδον ὑπῆρχον λέοντες χρυσοῖ, δεδορκότες πρὸς τοὺς εἰσπορευομένους·
在通往拱顶的入口旁,立着金质的狮子,注视着每一个走进来的人。
§18.27.2ἀνὰ μέσον δὲ ἑκάστου τῶν κιόνων ὑπῆρχε χρυσοῦς ἄκανθος ἀνατείνων ἐκ τοῦ κατʼ ὀλίγον μέχρι τῶν κιονοκράνων.
在每根柱子之间,都有一株金质的茛苕叶装饰,逐渐向上延伸至柱头。
ἐπάνω δὲ τῆς καμάρας κατὰ μέσην τὴν κορυφὴν φοινικὶς ὑπῆρχεν ὑπαίθριος, ἔχουσα χρυσοῦν στέφανον ἐλαίας εὐμεγέθη, πρὸς ὃν ὁ ἥλιος προσβάλλων τὰς ἀκτῖνας κατεσκεύαζε τὴν αὐγὴν ἀποστίλβουσαν καὶ σειομένην, ὥστʼ ἐκ μακροῦ διαστήματος ὁρᾶσθαι τὴν πρόσοψιν ἀστραπῇ παραπλησίαν.
在拱顶上方的顶端中央,挂着一件露天悬挂的深红色织物,上面戴着一个巨大的金质橄榄枝花冠。 当太阳将光芒投射在它上面时,它会产生闪烁而摇曳的夺目光彩,以至于从极远的地方看去,其景象就如同闪电一般。
§18.27.3ἡ δʼ ὑπὸ τὴν καμάραν καθέδρα δύο εἶχεν ἄξονας, οὓς περιεδίνευον τροχοὶ Περσικοὶ τέσσαρες, ὧν ὑπῆρχε τὰ μὲν πλάγια καὶ αἱ κνημίδες κατακεχρυσωμέναι, τὸ δὲ προσπῖπτον τοῖς ἐδάφεσι μέρος σιδηροῦν.
拱顶下方的底座装有两根车轴,由四个波斯式的车轮带动旋转。 车轮的侧面和轮辐均涂有金箔,而接触地面的部分则由铁制成。
τῶν δʼ ἀξόνων τὰ προέχοντα χρυσᾶ κατεσκεύαστο, προτομὰς ἔχοντα λεόντων σιβύνην ὀδὰξ κατεχούσας.
车轴凸出的部分是用金子制成的,上面有口中紧咬着长枪的狮子胸像。
§18.27.4κατὰ δὲ μέσον τὸ μῆκος εἶχον πόλον ἐνηρμοσμένον μηχανικῶς ἐν μέσῃ τῇ καμάρᾳ, ὥστε δύνασθαι διὰ τούτου τὴν καμάραν ἀσάλευτον εἶναι κατὰ τοὺς σεισμοὺς καὶ ἀνωμάλους τόπους.
并且在长度的中央,他们还在拱顶中部机械地安装了一个活动枢轴,以便通过它使拱顶在震动和不平坦的地面上保持稳固不晃。
§18.27.5τεσσάρων δʼ ὄντων ῥυμῶν ἑκάστῳ τετραστοιχία ζευγῶν ὑπέζευκτο, τεσσάρων ἡμιόνων ἑκάστῳ ζεύγει προσδεδεμένων, ὥστε τοὺς ἅπαντας ἡμιόνους εἶναι ἑξήκοντα καὶ τέσσαρας, ἐπιλελεγμένους ταῖς τε ῥώμαις καὶ τοῖς ἀναστήμασιν.
由于共有四根车辕,每根车辕上都套着一列四组的轭,每组轭上系有四头骡子,因此骡子的总数为六十四头,它们都是在力量和体量上精挑细选出来的。
ἕκαστος δὲ τούτων ἐστεφάνωτο κεχρυσωμένῳ στεφάνῳ καὶ παρʼ ἑκατέραν τῶν σιαγόνων εἶχεν ἐξηρτημένον κώδωνα χρυσοῦν, περὶ δὲ τοὺς τραχήλους χλιδῶνας λιθοκολλήτους.
这些骡子每一头都戴着镀金的花冠,在双颊旁各挂着一个金铃铛,脖子上则围着镶嵌宝石的项圈。