§18.26.1ἐπ ἄρχοντος δʼ Ἀθήνησι Φιλοκλέους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Γάιος Σολπίκιος καὶ Γάιος Αἴλιος. ἐπὶ δὲ τούτων Ἀρριδαῖος ὁ κατασταθεὶς ἐπὶ τὴν κατακομιδὴν τοῦ Ἀλεξάνδρου σώματος, συντετελεκὼς τὴν ἁρμάμαξαν ἐφʼ ἧς ἔδει κατακομισθῆναι τὸ βασιλικὸν σῶμα, παρεσκευάζετο τὰ πρὸς τὴν κομιδήν.
当菲洛克勒斯在雅典担任执政官,盖乌斯·苏尔皮基乌斯和盖乌斯·埃利乌斯在罗马出任执政官时,被任命负责运送亚历山大遗体的阿里代乌斯,已经完成了用于运送国王遗体的灵车,并着手准备运输事宜。
§18.26.2ἐπεὶ δὲ τὸ κατασκευασθὲν ἔργον, ἄξιον ὑπάρχον τῆς Ἀλεξάνδρου δόξης, οὐ μόνον κατὰ τὴν δαπάνην διήνεγκε τῶν ἄλλων, ὡς ἀπὸ πολλῶν ταλάντων κατασκευασθέν, ἀλλὰ καὶ τῇ κατὰ τὴν τέχνην περιττότητι περιβόητον ὑπῆρξε, καλῶς ἔχειν ὑπολαμβάνομεν ἀναγράψαι περὶ αὐτοῦ.
由于这一制作完成的杰作,配得上亚历山大的荣耀,不仅在造价上超越了其他所有事物(因为它耗费了许多塔兰同建成),而且在工艺的精湛上也是名声斐然,因此我们认为有必要对其进行详细记载。
§18.26.3πρῶτον μὲν γὰρ τῷ σώματι κατεσκευάσθη χρυσοῦν σφυρήλατον ἁρμόζον καὶ τοῦτʼ ἀνὰ μέσον ἐπλήρωσαν ἀρωμάτων τῶν ἅμα δυναμένων τὴν εὐωδίαν καὶ τὴν διαμονὴν παρέχεσθαι τῶ σώματι.
首先,人们为遗体制作了一个与其尺寸相合的锻金棺,并在中间填满了香料,这些香料既能提供香气,又能保护遗体不腐。
§18.26.4ἐπάνω δὲ τῆς θήκης ἐπετέθειτο καλυπτὴρ χρυσοῦς, ἁρμόζων ἀκριβῶς καὶ περιλαμβάνων τὴν ἀνωτάτω περιφέρειαν.
在棺木之上安置了一个金质的盖子,严丝合缝地扣住并包围着最上层的边缘。
ταύτης δʼ ἐπάνω περιέκειτο φοινικὶς διαπρεπὴς χρυσοποίκιλτος, παρʼ ἣν ἔθεσαν τὰ τοῦ μετηλλαχότος ὅπλα, βουλόμενοι συνοικειοῦν τὴν ὅλην φαντασίαν ταῖς προκατειργασμέναις πράξεσι.
在这盖子之上,覆盖着一件精美绝伦、镶金嵌玉的深红色织物,在它旁边放置了逝者的盔甲,意在使整体的视觉呈现与他生前所建立的功勋相得益彰。
§18.26.5μετὰ δὲ ταῦτα παρέστησαν τὴν τοῦτο κομιοῦσαν ἁρμάμαξαν, ἧς κατεσκεύαστο κατὰ μὲν τὴν κορυφὴν καμάρα χρυσῆ, ἔχουσα φολίδα λιθοκόλλητον, ἧς ἦν τὸ μὲν πλάτος ὀκτὼ πηχῶν, τὸ δὲ μῆκος δώδεκα, ὑπὸ δὲ τὴν ὑπωροφίαν παρʼ ὅλον τὸ ἔργον θριγκὸς χρυσοῦς, τῷ σχήματι τετράγωνος, ἔχων τραγελάφων προτομὰς ἐκτύπους, ἐξ ὧν ἤρτηντο κρίκοι χρυσοῖ διπάλαιστοι, διʼ ὧν κατακεκρέμαστο στέμμα πομπικόν, χρώμασι παντοδαποῖς διαπρεπῶς κατηνθισμένον.
在此之后,他们牵来了运送这一器物的灵车,灵车的顶部建造了一个金质拱顶,上面饰有镶嵌宝石的鳞状图案,其宽度为八皮尺,长度为十二皮尺。 在天花板下方,沿着整个器物环绕着一圈金质护墙,形状呈四角形,上面有凸雕的鹿角羊胸像,胸像上悬挂着两掌宽的金环,节日庆典用的花环穿过这些金环垂挂下来,花环上点缀着五彩斑斓的各色花朵。
§18.26.6ἐπὶ δὲ τῶν ἄκρων ὑπῆρχε θύσανος δικτυωτός, ἔχων εὐμεγέθεις κώδωνας, ὥστʼ ἐκ πολλοῦ διαστήματος προσπίπτειν τὸν ψόφον τοῖς ἐγγίζουσι.
在边缘处有网状的流苏,上面挂有巨大的铃铛,以至于声音在很远的地方就能传到接近者的耳中。
κατὰ δὲ τὰς τῆς καμάρας γωνίας ἐφʼ ἑκάστης ἦν πλευρᾶς Νίκη χρυσῆ τροπαιοφόρος.
在拱顶的每个角落,每一侧都立着一尊手持战利品的金质胜利女神像。
τὸ δʼ ἐκδεχόμενον τὴν καμάραν περίστυλον χρυσοῦν ὑπῆρχεν, ἔχον Ἰωνικὰ κιονόκρανα.
支撑拱顶的柱廊是金质的,带有爱奥尼亚式的柱头。
ἐντὸς δὲ τοῦ περιστύλου δίκτυον ἦν χρυσοῦν, τὸ πάχος τῇ πλοκῇ δακτυλιαῖον καὶ πίνακας παραλλήλους ζῳοφόρους τέσσαρας ἴσους τοῖς τοίχοις ἔχον.
在柱廊内部有一张金网,其编织的粗细相当于一个手指的宽度,并带有四个与壁面等大、平行排列的饰有动物图案的饰带。