Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.25.1-18.25.6

与埃托利亚讲和及进军亚洲之策

第 26 段,共 301 段 · 希腊语

内容简介

安提帕特和克拉特鲁斯将埃托利亚人逼入绝境,但在得知佩尔迪卡斯的阴谋后决定妥协并转战亚洲。佩尔迪卡斯则委派尤米尼斯镇守海峡,自己亲率大军远征埃及。

§18.25.1οἱ δὲ περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν εἰσβαλόντες εἰς τὴν Αἰτωλίαν καὶ τὰς εὐχειρώτους πόλεις ὁρῶντες ἐρήμους ὥρμησαν ἐπὶ τοὺς ἀνακεχωρηκότας εἰς τὰς δυσχωρίας.
安提帕特和克拉特鲁斯侵入埃托利亚,见那些易于攻取的城市空无一人,便向那些撤退到险要地形的人发起进攻。
τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες πρὸς τόπους ὀχυροὺς καὶ τραχεῖς βιαζόμενοι πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον· ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥᾳδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προπίπτοντας·
因此起初,马其顿人在强行进入坚固和险峻的地方时,损失了许多士兵;因为埃托利亚人的英勇借助了地势的险要,轻易击退了那些因鲁莽而陷入无法自拔之险境的敌人。
μετὰ δὲ ταῦτα τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων καὶ συναναγκαζόντων τοὺς πολεμίους μένειν τὸν χειμῶνα καὶ διακαρτερεῖν ἐν τόποις χιονοβολουμένοις καὶ τροφῆς ἐνδεέσιν εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους· §18.25.2ἀναγκαῖον γὰρ ἦν ἢ καταβάντας ἀπὸ τῶν ὀρέων διαγωνίσασθαι πρὸς δυνάμεις πολλαπλασίους καὶ στρατηγοὺς ἐπιφανεῖς ἢ μένοντας ὑπʼ ἐνδείας καὶ κρυμοῦ διαφθαρῆναι.
但在此之后,由于克拉特鲁斯等人建造了避风雨的简易住所,并迫使敌人整个冬天滞留并坚持在降雪且缺乏粮食的地方,他们陷入了极度的危险之中;因为他们别无选择,要么必须从山上下来,与人数多达数倍的军队以及名将决战,要么留在原地,因匮乏与严寒而灭亡。
ἤδη δʼ αὐτῶν ἀπογινωσκόντων τὴν σωτηρίαν αὐτόματός τις λύσις τῶν κακῶν ἐφάνη, καθάπερ θεῶν τινος ἐλεοῦντος αὐτῶν τὴν εὐψυχίαν.
就在他们已经对生还感到绝望时,仿佛有某位神明怜悯他们的英勇一般,苦难中出现了一种意外的解脱。
§18.25.3Ἀντίγονος γὰρ ὁ πεφευγὼς ἐκ τῆς Ἀσίας συμμίξας τοῖς περὶ τὸν Ἀντίπατρον ἐδίδαξεν αὐτοὺς περὶ τῆς ὅλης ἐπιβουλῆς τοῦ Περδίκκου καὶ διότι τὴν Κλεοπάτραν γαμήσας εὐθὺς ἥξει μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν ὡς βασιλεὺς καὶ τὴν ἡγεμονίαν αὐτῶν παραιρήσεται.
原来,从亚洲逃亡出来的安提柯与安提帕特等人会合,向他们透露了佩尔迪卡斯的整个阴谋,并告知他娶了克利奥帕特拉之后,将立即率领军队作为国王前往马其顿,剥夺他们的统治权。
§18.25.4οἱ δὲ περὶ τὸν Κρατερὸν καὶ Ἀντίπατρον διὰ τὸ παράδοξον τῆς προσαγγελίας καταπλαγέντες συνήδρευσαν μετὰ τῶν ἡγεμόνων.
克拉特鲁斯和安提帕特因这突如其来的消息而震惊,遂与将领们召开了会议。
προτεθείσης οὖν βουλῆς περὶ τούτων ἔδοξεν ὁμογνωμόνως πρὸς μὲν Αἰτωλοὺς ἐφʼ οἷς ἦν δυνατὸν διαλυθῆναι, τὰς δὲ δυνάμεις κατὰ τάχος περαιοῦν εἰς τὴν Ἀσίαν καὶ τῷ μὲν Κρατερῷ τὴν τῆς Ἀσίας ἡγεμονίαν περιτιθέναι, τῷ δʼ Ἀντιπάτρῳ τὴν τῆς Εὐρώπης, πρεσβεύειν δὲ καὶ πρὸς Πτολεμαῖον περὶ κοινοπραγίας, ὄντα τοῦ μὲν Περδίκκου παντελῶς ἀλλότριον, ἑαυτοῖς δὲ φίλον, κοινῇ δὲ ἐπιβουλευόμενον.
于是,在对这些事务进行商议后,众人一致同意:在可能的条件下与埃托利亚人达成和解,迅速将军队渡过海峡前往亚洲,并将亚洲的统治权授予克拉特鲁斯,将欧洲的统治权授予安提帕特,同时派遣使者前往托勒密处商谈联合行动,因为托勒密与佩尔迪卡斯完全敌对,是他们的朋友,且同样处于被阴谋危害的境地。
§18.25.5εὐθὺς οὖν πρὸς μὲν Αἰτωλοὺς διάλυσιν ἐποιήσαντο, διεγνωκότες ὕστερον αὐτοὺς καταπολεμῆσαι καὶ μεταστῆσαι πανοικίους ἅπαντας εἰς τὴν ἐρημίαν καὶ πορρωτάτω τῆς Ἀσίας κειμένην χώραν, αὐτοὶ δὲ δόγμα γράψαντες ἀκόλουθον τοϊς προειρημένοις παρεσκευάζοντο τὰ πρὸς τὴν στρατείαν.
于是,他们立即与埃托利亚人达成了和解,但心里已决定日后要彻底击败他们,并将他们全家老少全部迁往位于亚洲最远端的荒凉之地。 而他们自己则起草了符合前述决定的法令,并着手准备远征的事宜。
§18.25.6Περδίκκας δὲ τούς τε φίλους καὶ τοὺς ἡγεμόνας ἀθροίσας προέθηκε βουλὴν πότερον ἐπὶ τὴν Μακεδονίαν χρὴ στρατεύειν ἢ πρότερον ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆσαι.
另一方面,佩尔迪卡斯召集了他的朋友和将领,提出议案讨论是应当向马其顿进军,还是应当先向托勒密发起进攻。
πάντων δʼ ἐπενεχθέντων ἐπὶ τὸ πρότερον καταπολεμῆσαι τὸν Πτολεμαῖον, ὅπως μηδὲν ἐμπόδιον ἔχωσι τῆς κατὰ τὴν Μακεδονίαν ὁρμῆς, Εὐμενῆ μὲν ἐξέπεμψε μετὰ δυνάμεως ἀξιολόγου, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ τὴν διάβασιν κωλύειν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Πισιδικῆς τὴν πορείαν ἐπὶ τὴν Αἴγυπτον ἐποιεῖτο.
由于所有人都倾向于首先击败托勒密,以便在向马其顿进军时没有任何阻碍,他派遣尤米尼斯率领一支相当规模的军队,命令他在赫勒斯滂附近的地区驻守并阻止敌军渡海;而他自己则带领军队从皮西迪亚出发,向埃及进军。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这一年里发生的事情便是如此。

词汇与语法注释

  1. 18.25.1τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων — 意为“当克拉特鲁斯及其部下建造了避风雨的简易住所时”的属格绝对结构(genitive absolute)。它表达了导致埃托利亚人陷入极度危险之中的原因或时间契机。
  2. 18.25.4ἔδοξεν ὁμογνωμόνως πρὸς μὲν Αἰτωλοὺς ἐφʼ οἷς ἦν δυνατὸν διαλυθῆναι — 由无人称动词 `ἔδοξεν`(决定)支配的一系列并列不定式(`διαλυθῆναι`、`περαιοῦν`、`περιτιθέναι`、`πρεσβεύειν`)的开始。短语 `ἐφʼ οἷς ἦν δυνατὸν`(在可能的条件之上)是表示条件的关系代名词短语。
  3. 18.25.5διεγνωκότες ὕστερον αὐτοὺς καταπολεμῆσαι — 完成时分词 `διεγνωκότες`(已经决定)表达了主语(安提帕特等人)内心的真实图谋,支配着并列的不定式 `καταπολεμῆσαι`(击败)和 `μεταστῆσαι`(迁移)。该结构揭示了他们虽表面上与敌人和解,私下却早已另有打算。
  4. 18.25.6πάντων δʼ ἐπενεχθέντων ... ὅπως μηδὲν ἐμπόδιον ἔχωσι — 属格绝对结构 `πάντων δʼ ἐ本enedχθέντων`(因为所有人都倾向于……)的主语 `πάντων` 指代会议的所有参与者。由 `ὅπως` 引导的目的从句中的虚拟语气动词 `ἔχωσι`(使他们拥有)的主语(第三人称复数)也与这些参与者或整个远征军一致。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.25.1-18.25.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.25.1-18.25.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。