§18.24.1κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους καὶ πεντακοσίους· οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.
正是在这个时候,安提帕特和克拉特鲁斯率领三万步兵和二千五百骑兵,对埃托利亚人展开了远征;因为这些人是曾在拉米亚战争中奋战到底的人当中,唯一保持未被征服而残留下来的人。
§18.24.2οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
然而,尽管如此庞大的军队向他们逼近,埃托利亚人在精神上并未屈服,而是聚集了约一万名正值壮年的男子,撤退到多山且险峻的地方,并将他们的妻子、儿女、老人以及大量财产预先安置在那里。 他们放弃了那些不设防的城市,却在那些极为坚固的城市中部署了相当规模的守备队,勇敢地迎接敌人的进攻。