Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.25.1-18.25.6

アイトリアとの講和とアジア遠征の決定

26 / 301 箇所 · ギリシア語

要旨

アンティパトロスとクラテロスはアイトリア人を追い詰めるが、ペルディッカスの陰謀を知り急遽和解してアジア遠征へと方針を転換する。ペルディッカスはエウメネスに防衛を任せ、自身はエジプト遠征を計画する。

§18.25.1οἱ δὲ περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν εἰσβαλόντες εἰς τὴν Αἰτωλίαν καὶ τὰς εὐχειρώτους πόλεις ὁρῶντες ἐρήμους ὥρμησαν ἐπὶ τοὺς ἀνακεχωρηκότας εἰς τὰς δυσχωρίας.
アンティパトロスとクラテロスの軍は、アイトリアに侵入し、容易に攻略できる都市がもぬけの殻であるのを見ると、険しい地形へ退却した者たちに向かって突進した。
τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες πρὸς τόπους ὀχυροὺς καὶ τραχεῖς βιαζόμενοι πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον·
そこで最初は、マケドニア人たちは堅固で険しい場所へ強行進したため、多くの兵士を失った。
ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥᾳδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προπίπτοντας·
というのも、アイトリア人の勇気はその土地の堅固さを味方につけて、無謀さゆえに救いようのない危険に陥った敵を容易に撃退したからである。
μετὰ δὲ ταῦτα τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων καὶ συναναγκαζόντων τοὺς πολεμίους μένειν τὸν χειμῶνα καὶ διακαρτερεῖν ἐν τόποις χιονοβολουμένοις καὶ τροφῆς ἐνδεέσιν εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·
しかしその後、クラテロスらが冬営用の小屋を建設し、敵が雪の降り積もる食糧の乏しい場所で冬を越し、耐え忍ばざるを得ないように追い込んだため、彼らは極限の危険に陥った。
§18.25.2ἀναγκαῖον γὰρ ἦν ἢ καταβάντας ἀπὸ τῶν ὀρέων διαγωνίσασθαι πρὸς δυνάμεις πολλαπλασίους καὶ στρατηγοὺς ἐπιφανεῖς ἢ μένοντας ὑπʼ ἐνδείας καὶ κρυμοῦ διαφθαρῆναι.
なぜなら、山から下りて数倍の軍勢や名高き将軍たちと決戦を交えるか、あるいはその場に留まって飢えと寒さによって破滅するかのいずれかが不可避であったからである。
ἤδη δʼ αὐτῶν ἀπογινωσκόντων τὴν σωτηρίαν αὐτόματός τις λύσις τῶν κακῶν ἐφάνη, καθάπερ θεῶν τινος ἐλεοῦντος αὐτῶν τὴν εὐψυχίαν.
彼らがすでに救助の望みを捨てかけていたとき、まるで神々のうちの誰かが彼らの勇敢さを憐れんだかのように、苦難からの予期せぬ解決策が突如として現れた。
§18.25.3Ἀντίγονος γὰρ ὁ πεφευγὼς ἐκ τῆς Ἀσίας συμμίξας τοῖς περὶ τὸν Ἀντίπατρον ἐδίδαξεν αὐτοὺς περὶ τῆς ὅλης ἐπιβουλῆς τοῦ Περδίκκου καὶ διότι τὴν Κλεοπάτραν γαμήσας εὐθὺς ἥξει μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν ὡς βασιλεὺς καὶ τὴν ἡγεμονίαν αὐτῶν παραιρήσεται.
というのも、アジアから逃亡してきたアンティゴノスがアンティパトロスらの軍と合流し、ペルディッカスの企て全体の全貌を彼らに告げるとともに、彼がクレオパトラと結婚して、すぐにでも自らの軍勢を率いてマケドニアに王として現れ、彼らの支配権を奪い取るつもりであると説明したからである。
§18.25.4οἱ δὲ περὶ τὸν Κρατερὸν καὶ Ἀντίπατρον διὰ τὸ παράδοξον τῆς προσαγγελίας καταπλαγέντες συνήδρευσαν μετὰ τῶν ἡγεμόνων.
クラテロスとアンティパトロスの二人は、この思いがけない知らせに驚愕し、将軍たちと会議を開いた。
προτεθείσης οὖν βουλῆς περὶ τούτων ἔδοξεν ὁμογνωμόνως πρὸς μὲν Αἰτωλοὺς ἐφʼ οἷς ἦν δυνατὸν διαλυθῆναι, τὰς δὲ δυνάμεις κατὰ τάχος περαιοῦν εἰς τὴν Ἀσίαν καὶ τῷ μὲν Κρατερῷ τὴν τῆς Ἀσίας ἡγεμονίαν περιτιθέναι, τῷ δʼ Ἀντιπάτρῳ τὴν τῆς Εὐρώπης, πρεσβεύειν δὲ καὶ πρὸς Πτολεμαῖον περὶ κοινοπραγίας, ὄντα τοῦ μὲν Περδίκκου παντελῶς ἀλλότριον, ἑαυτοῖς δὲ φίλον, κοινῇ δὲ ἐπιβουλευόμενον.
そこで、この件について協議が持ちかけられた結果、満場一致で、アイトリア人とは可能な条件で和解し、軍勢を速やかにアジアへと渡らせて、クラテロスにアジアの支配権を、アンティパトロスにヨーロッパの支配権を委ね、さらにプトレマイオスにも使節を送って共同闘争について協議することに決した。 プトレマイオスは、ペルディッカスとは完全に敵対しており、彼らにとっては友人であり、また共同で標的にされていたからである。
§18.25.5εὐθὺς οὖν πρὸς μὲν Αἰτωλοὺς διάλυσιν ἐποιήσαντο, διεγνωκότες ὕστερον αὐτοὺς καταπολεμῆσαι καὶ μεταστῆσαι πανοικίους ἅπαντας εἰς τὴν ἐρημίαν καὶ πορρωτάτω τῆς Ἀσίας κειμένην χώραν, αὐτοὶ δὲ δόγμα γράψαντες ἀκόλουθον τοϊς προειρημένοις παρεσκευάζοντο τὰ πρὸς τὴν στρατείαν.
そこで彼らは直ちにアイトリア人と和解を結んだが、のちに彼らを完全に制圧し、一族郎党ことごとくを、アジアの最遠方に位置する荒涼とした土地へと強制移住させることを決意していた。 そして自らは上述の決定に従った布告を文書にまとめ、遠征の準備を整えた。
§18.25.6Περδίκκας δὲ τούς τε φίλους καὶ τοὺς ἡγεμόνας ἀθροίσας προέθηκε βουλὴν πότερον ἐπὶ τὴν Μακεδονίαν χρὴ στρατεύειν ἢ πρότερον ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆσαι.
一方、ペルディッカスは友人や将軍たちを集めて、マケドニアへ進軍すべきか、あるいは先にプトレマイオスに対して行動を起こすべきか、協議を提起した。
πάντων δʼ ἐπενεχθέντων ἐπὶ τὸ πρότερον καταπολεμῆσαι τὸν Πτολεμαῖον, ὅπως μηδὲν ἐμπόδιον ἔχωσι τῆς κατὰ τὴν Μακεδονίαν ὁρμῆς, Εὐμενῆ μὲν ἐξέπεμψε μετὰ δυνάμεως ἀξιολόγου, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ τὴν διάβασιν κωλύειν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Πισιδικῆς τὴν πορείαν ἐπὶ τὴν Αἴγυπτον ἐποιεῖτο.
全員が、マケドニアへの進軍の妨げとなるものが何もないようにするために、先にプトレマイオスを制圧すべきであるという意見に傾いたので、彼はエウメネスに相当な軍勢を託して派遣し、ヘレスポントス近辺の地域に駐屯して(敵の)渡航を阻止するよう命じた。 そして自身はピシディアから軍勢を引き連れてエジプトへと進路を取った。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
このようにして、この一年の出来事は行われた。

語釈・文法注

  1. 18.25.1τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων — 「クラテロスとその部下たちが屋根のある避難所(冬営用の小屋)を建設したこと」を意味する属格絶対構文(genitive absolute)。アイトリア人が究極の窮地に立たされる原因、あるいはその時系列上の契機を表している。
  2. 18.25.4ἔδοξεν ὁμογνωμόνως πρὸς μὲν Αἰτωλοὺς ἐφʼ οἷς ἦν δυνατὸν διαλυθῆναι — 非人称動詞 `ἔδοξεν`(〜と決定された)が支配する一連の不定詞句(`διαλυθῆναι`, `περαιοῦν`, `περιτιθέναι`, `πρεσβεύειν`)の始まり。`ἐφʼ οἷς ἦν δυνατὸν`(可能な条件に基づいて)は条件を表す関係代名詞句である。
  3. 18.25.5διεγνωκότες ὕστερον αὐτοὺς καταπολεμῆσαι — 完了分詞 `διεγνωκότες`(〜と決意して)は、主節の主語(アンティパトロスたち)の胸中の意図を示し、それに続く並列の不定詞句 `καταπολεμῆσαι`(打倒すること)と `μεταστῆσαι`(移住させること)を支配している。表向きの和解とは異なる彼らの本音を表す構造。
  4. 18.25.6πάντων δʼ ἐπενεχθέντων ... ὅπως μηδὲν ἐμπόδιον ἔχωσι — 属格絶対 `πάντων δʼ ἐπενεχθέντων`(全員が傾いたので)の主語である `πάντων` は会議の参加者全員を指す。目的節を導く `ὅπως` の後に続く接続法動詞 `ἔχωσι`(彼らが持つように)の主語(三人称複数)もこの参加者たち(またはペルディッカスとその軍勢全体)と一致する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.25.1-18.25.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.25.1-18.25.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。