§18.24.1κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους καὶ πεντακοσίους·
ちょうどこの頃、アンティパトロスとクラテロスは、歩兵三万、騎兵二千五百を率いて、アイトリア人に対して遠征した。
οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.
というのも、彼らはラミア戦争で戦い抜いた者たちのうち、征服されずに生き残って留まっていた唯一の者たちだったからである。
§18.24.2οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
しかしアイトリア人は、これほど強大な軍勢が自分たちに向かって押し寄せてきたにもかかわらず、心において怯むことはなかった。 それどころか、血気盛んな年代の者たち約一万人を集めて、山がちで険しい地域へと避難した。 そこには、子供や妻たち、老人たち、そして多くの財産をあらかじめ退避させておいたのである。 また、彼らは防備のない都市は見捨てたが、堅固さにおいて傑出した都市には十分な守備隊を配置して、敵の襲撃を勇敢に待ち構えた。