§18.23.1μετὰ δὲ τὴν ἀπώλειαν τῶν πόλεων ἧκον δύο γυναῖκες εἰς συνοικισμὸν τῷ Περδίκκᾳ, Νίκαιά τε ἡ Ἀντιπάτρου θυγάτηρ, ἣν αὐτὸς ὁ Περδίκκας ἦν μεμνηστευκώς, καὶ Κλεοπάτρα ἡ Ἀλεξάνδρου μὲν ἀδελφὴ γνησία, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου.
在这些城市毁灭之后,有两位女性前来与佩尔迪卡斯联姻:一位是安提帕特的女儿尼凯亚,佩尔迪卡斯本人曾与她订婚;另一位则是亚历山大的同母妹妹、阿敏塔斯之子腓力的女儿克丽奥佩特拉。
§18.23.2ὁ δὲ Περδίκκας πρότερον μὲν ἦν κεκρικὼς κοινοπραγίαν Ἀντιπάτρῳ καὶ διὰ τοῦτο τὴν μνηστείαν ἐπεποίητο, μήπω τῶν κατʼ αὐτὸν πραγμάτων βεβαίως ἐστερεωμένων· ὡς δὲ παρέλαβε τάς τε βασιλικὰς δυνάμεις καὶ τὴν τῶν βασιλέων προστασίαν, μετέπεσε τοῖς λογισμοῖς.
佩尔迪卡斯先前曾决定与安提帕特协同合作,因此在自身地位尚未稳固确立时,便与对方订立了婚约;然而,当他接管了皇家军队和对国王们的监护权后,他的想法便发生了转变。
§18.23.3ὀρεγόμενος γὰρ βασιλείας ἔσπευδε τὴν Κλεοπάτραν γῆμαι, νομίζων διὰ ταύτης προτρέψεσθαι τοὺς Μακεδόνας συγκατάσκευάζειν αὐτῷ τὴν τῶν ὅλων ἐξουσίαν.
因为他觊觎王位,急于迎娶克丽奥佩特拉,认为可以通过她来促使马其顿人协助他建立对一切事务的最高统治权。
οὔπω δὲ βουλόμενος ἀποκαλύψασθαι πρὸς τὴν ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν ἦγε τὴν Νίκαιαν, ὅπως μὴ τὸν Ἀντίπατρον ἀλλότριον ἔχῃ ταῖς ἰδίαις ἐπιβολαῖς·
但他暂且不想暴露自己的图谋,于是目前仍娶了尼凯亚,以免让安提帕特对自己的私人计划产生敌意。
μετὰ δὲ ταῦτα Ἀντιγόνου τὴν προαίρεσιν αὐτοῦ κατανοήσαντος καὶ φιλίαν ἔχοντος πρὸς Ἀντίπατρον, ἔτι δὲ ὄντος τοῦ ἀνδρὸς τούτου πρακτικωτάτου τῶν ἡγεμόνων ἔκρινεν αὐτὸν ἐκποδῶν ποιήσασθαι.
在此之后,由于安提柯看穿了他的意图,且与安提帕特交好,加之此人是诸将领中最有执行力的一位,佩尔迪卡斯决定将他除掉。
ἐπιβαλὼν οὖν αὐτῷ διαβολὰς ψευδεῖς καὶ κατηγορίας ἀδίκους φανερὸς ἦν ἀναιρήσων αὐτόν ὁ δʼ Ἀντίγονος συνέσει καὶ τόλμῃ διαφέρων φανερῶς μὲν ἀπεφαίνετο βούλεσθαι περὶ τῶν ἐγκαλουμένων ἀπολογήσασθαι, λάθρᾳ δὲ παρασκευασάμενος τὰ πρὸς τὸν δρασμὸν ἔλαθε μετὰ τῶν ἰδίων φίλων καὶ τοῦ υἱοῦ Δημητρίου νυκτὸς εἰσβὰς εἰς τὰς Ἀττικὰς ναῦς.
于是,佩尔迪卡斯对他进行虚假的中伤和不公的指控,显而易见是要消灭他。 然而,安提柯在智慧和胆识上都过人一等,他表面上声称要针对指控进行辩护,暗中却做好了逃亡的准备,在夜间与自己的朋友及儿子德米特里一起,悄悄登上了雅典的船只,从而未被察觉地逃脱。
ἐν δὲ ταύταις κομισθεὶς εἰς τὴν Εὐρώπην προῆγε συμμίξων Ἀντιπάτρῳ.
他乘这些船只被送往欧洲,前去与安提帕特会合。