§18.22.1Περδίκκας δὲ καὶ ὁ βασιλεὺς Φίλιππος καταπεπολεμηκότες Ἀριαράθην καὶ τὴν σατραπείαν αὐτοῦ Εὐμενεῖ παραδόντες ἐχωρίσθησαν ἐκ τῆς Καππαδοκίας.
佩尔迪卡斯和腓力国王在征服了阿里亚拉塞斯并将他的行省移交给欧墨尼斯之后,离开了卡帕多西亚。
καταντήσαντες δὲ εἰς τὴν Πισιδικὴν ἔκριναν ἀναστάτους ποιῆσαι δύο πόλεις, τήν τε τῶν Λαρανδέων καὶ τὴν τῶν Ἰσαυρέων· αὗται γὰρ ἔτι ζῶντος Ἀλεξάνδρου Βάλακρον τὸν Νικάνορος ἀπέκτειναν, ἀποδεδειγμένον στρατηγὸν ἅμα καὶ σατράπην.
当他们抵达披西迪亚地区时,决定彻底摧毁两座城市,即拉兰达人的城市和伊索里亚人的城市;因为这些人在亚历山大仍然在世时,杀害了尼卡诺尔之子巴拉克罗斯,他曾同时被任命为将领和行省总督。
§18.22.2τὴν μὲν οὖν τῶν Λαρανδέων πόλιν ἐξ ἐφόδου χειρωσάμενοι καὶ τοὺς ἡβῶντας κατασφάξαντες, τοὺς δʼ ἄλλους ἐξανδραποδισάμενοι κατέσκαψαν· τὴν δὲ τῶν Ἰσαυρέων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἔτι δὲ πλήθουσαν ἀλκίμων ἀνδρῶν, ἐπὶ μὲν ἡμέραις δύο πολιορκήσαντες ἐνεργῶς καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλόντες ἀνεχώρησαν·
因此,他们通过突袭制服了拉兰达人的城市,屠杀了成年的男子,并将其他人卖为奴隶,将该城夷为平地;而至于伊索里亚人的城市,因其坚固而庞大,且充满勇敢的男子,他们强力围攻了两天,在损失了许多己方士兵后,便撤退了。
§18.22.3οἱ γὰρ ἐγχώριοι βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς πολιορκίαν ἀνηκόντων εὐποροῦντες, ἔτι δὲ ταῖς ψυχαῖς ὑπομένοντες τὸ δεινὸν παραστατικῶς ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀπέθνησκον.
因为当地人拥有充足的箭矢和其它用于围城战的物资,而且在精神上英勇地忍受着危险,甘愿为自由而死。
§18.22.4τῇ δὲ τρίτῃ πολλῶν μὲν ἀνῃρημένων, τῶν δὲ τειχῶν ἐλλειπεῖς ἐχόντων τὰς φυλακὰς διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἐπετελέσαντο πρᾶξιν οἱ κατὰ τὴν πόλιν ἡρωικὴν καὶ μνήμης ἀξίαν.
在第三天,由于许多人已被杀害,且因人手稀缺导致城墙守备不足,城里的人完成了一项英雄般且值得记忆的壮举。
ὁρῶντες γὰρ ἀπαραίτητον οὖσαν τὴν κατʼ αὐτῶν τιμωρίαν καὶ δύναμιν οὐκ ἔχοντες ἀξιόχρεων τὴν ἀμυνομένην τὸ μὲν ἐγχειρίσαι τὴν πόλιν καὶ τὰ κατʼ αὐτοὺς ἐπιτρέψαι τοῖς πολεμίοις οὐκ ἔκριναν, ἐμφανοῦς οὔσης τῆς μεθʼ ὕβρεως τιμωρίας, νυκτὸς δʼ ὁμοθυμαδὸν πρὸς τὸν εὐγενῆ θάνατον ὁρμήσαντες τέκνα μὲν καὶ γυναῖκας καὶ γονεῖς εἰς τὰς οἰκίας ἐγκλείσαντες ἐνέπρησαν, κοινὸν θάνατον καὶ τάφον διὰ τοῦ πυρὸς ἑλόμενοι.
因为他们看到对他们的惩罚是不可避免的,又没有足够的力量进行防御,他们决定不献出城市并将自己托付给敌人,因为伴随着屈辱的惩罚是显而易见的。 相反,他们在夜间同心协力地奔向高尚的死亡,将孩子、妻子和父母锁在房屋内并放火焚烧,通过烈火选择了共同的死亡与墓穴。
§18.22.5τῆς δὲ φλογὸς ἄφνω πρὸς ὕψος αἰρομένης οἱ μὲν Ἰσαυρεῖς τὰ κτήματα καὶ πάντα τὰ δυνάμενα τοῖς κρατοῦσιν ὠφελείας παρέχεσθαι τῷ πυρὶ παρέβαλον, οἱ δὲ περὶ τὸν Περδίκκαν θαυμάσαντες τὸ γινόμενον περιέστησαν τὴν δύναμιν καὶ κατὰ πάντα τόπον ἐβιάζοντο παρεισπεσεῖν εἰς τὴν πόλιν.
当火焰突然冲天而起时,伊索里亚人将他们的财产以及所有可能给征服者带来利益的东西都投进了火中;而佩尔迪卡斯及其部下对发生的事情感到惊异,便将军队部署在周围,力图从各个地方强行攻入城内。
§18.22.6τῶν δʼ ἐγχωρίων ἀπὸ τῶν τειχῶν ἀμυνομένων καὶ πολλοὺς τῶν Μακεδόνων καταβαλλόντων ἔτι μᾶλλον ὁ Περδίκκας καταπληττόμενος ἐζήτει τὴν αἰτίαν διʼ ἣν οἱ τὰς οἰκίας καὶ τὰ λοιπὰ πάντα τῷ πυρὶ παραδεδωκότες φιλοτίμως τὰ τείχη φυλάττουσι.
当当地人在城墙上进行防御并击倒了许多马其顿人时,佩尔迪卡斯更加感到震惊,试图寻找原因,为什么这些已经将房屋和其余一切付之一炬的人,还会如此执着地防守城墙。
§18.22.7τέλος δὲ τοῦ Περδίκκου καὶ τῶν Μακεδόνων ἀπὸ τῆς πόλεως ἀποχωρησάντων οἱ Ἰσαυρεῖς εἰς τὸ πῦρ ἑαυτοὺς ῥίψαντες ἐν ταῖς οἰκίαις συνετάφησαν τοῖς οἰκείοις.
最终,当佩尔迪卡斯和马其顿人从城市撤退后,伊索里亚人投身火海,在房屋中与家人一同被合葬。
§18.22.8Περδίκκας δὲ νυκτὸς διελθούσης ἔδωκε τοῖς στρατιώταις τὴν πόλιν εἰς διαρπαγήν.
夜色消逝后,佩尔迪卡斯将城市交给士兵们劫掠。
οὗτοι δὲ τὴν φλόγα κατασβέσαντες πολὺν ἄργυρόν τε καὶ χρυσόν εὗρον, ὡς ἂν πόλεως γεγενημένης εὐδαίμονος ἐκ πολλῶν χρόνων.
他们扑灭了火焰,发现了大量的金银,正如人们对于一座长期繁荣的城市所能预料的那样。