§18.17.1ἱππεῖς δὲ πεντακισχίλιοι.
以及五千名骑兵。
οἱ δὲ Ἕλληνες κατὰ τοῦτον τὸν καιρὸν ἀντεστρατοπέδευσαν πολὺ τοῖς πλήθεσι λειπόμενοι· πολλοὶ γὰρ αὐτῶν διὰ τὰς προγεγενημένας εὐημερίας καταφρονοῦντες τῶν πολεμίων εἰς τὰς πατρίδας ἦσαν ἀπεληλυθότες πρὸς τὴν τῶν ἰδίων ἐπίσκεψιν.
此时,希腊人在对立面安营扎寨,人数上大为逊色;因为他们中的许多人由于先前的胜利而轻视敌人,已经回到了各自的家乡去处理私事。
§18.17.2διʼ ἃς αἰτίας τῶν στρατιωτῶν ἀτακτούντων ὑπολοίπους εἶχον ἐν τῇ παρεμβολῇ πεζοὺς μὲν δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ πεντακοσίους, ἐν οἷς μάλιστα εἶχον τὰς τῆς νίκης ἐλπίδας διά τε τὰς τῶν ἀνδρῶν ἀρετὰς καὶ διὰ τὸ πεδινὴν ὑποκεῖσθαι χώραν.
由于这些原因,在士兵们纪律松散的情况下,他们在营地中留下的仅有两万五千名步兵和三千五百名骑兵。 他们对这支骑兵寄予了最大的胜利希望,这既是因为这些人的英勇,也是因为所处的地形是一片平原。
§18.17.3τέλος δὲ τῶν περὶ Ἀντίπατρον καθʼ ἡμέραν προαγόντων τὰς δυνάμεις καὶ προκαλουμένων εἰς μάχην τὸ μὲν πρῶτον ἀνέμενον τοὺς ἀπὸ τῶν πόλεων παραγενησομένους, τῶν δὲ καιρῶν κατεπειγόντων ἠναγκάζοντο συγκαταβαίνειν εἰς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον.
最后,由于安提帕特等人每天都率军前进并向他们挑战,他们起初在等待各城市的援军到来,但随着局势紧迫,他们被迫加入这场关乎国家命运的决战。
ἐκτάξαντες δὲ τὴν δύναμιν καὶ σπεύδοντες διὰ τῶν ἱππέων κρῖναι τὸν πόλεμον τούτους πρὸ τῆς τῶν πεζῶν φάλαγγος ἔστησαν.
他们整顿好军队,急于通过骑兵来决定战争的胜负,便将骑兵部署在步兵方阵的前方。
§18.17.4γενομένης δὲ ἱππομαχίας καὶ τῶν Θετταλῶν ἱππέων πλεονεκτούντων διὰ τὰς ἀρετὰς οἱ περὶ τὸν Ἀντίπατρον ἐπήγαγον τὴν ἰδίαν φάλαγγα καὶ τοῖς πεζοῖς τῶν πολεμίων ἐπιρράξαντες πολὺν ἐποιοῦντο φόνον.
当骑兵战爆发且色萨利骑兵因其勇猛而占上风时,安提帕特等人推上了自己的方阵,冲入敌军步兵之中,展开了大屠杀。
οἱ δʼ Ἕλληνες τὸ βάρος καὶ τὸ πλῆθος τῶν πολεμίων οὐ δυνάμενοι φέρειν εὐθὺς ἀπεχώρησαν πρὸς τὰς δυσχωρίας, τηροῦντες τὰς τάξεις ἐπιμελῶς.
希腊人无法承受敌军的重压和人多势众,立即退往险要地势,同时精心保持着队列。
διὸ καὶ δραξάμενοι τόπων ὑπερδεξίων ῥᾳδίως ἠμύναντο τοὺς Μακεδόνας, ὑπερδέξιον ἔχοντες τὴν στάσιν.
因此,他们占领了制高点,凭借有利的地势,轻易地击退了马其顿人。
§18.17.5οἱ δὲ τῶν Ἑλλήνων ἱππεῖς ἐπὶ τοῦ προτερήματος ὄντες, ὡς ἔγνωσαν τὴν τῶν πεζῶν ἀποχώρησιν, εὐθὺς πρὸς ἐκείνους ἀφίππευσαν.
希腊骑兵尽管处于优势,但一得知步兵撤退,便立即骑马前去汇合。
τότε μὲν οὖν τοῦτον τὸν τρόπον ἀγωνισάμενοι διελύθησαν, ῥεπούσης τῆς νίκης πρὸς τοὺς Μακεδόνας· ἀπέθανον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων πλείους τῶν πεντακοσίων, τῶν δὲ Μακεδόνων ἑκατὸν καὶ τριάκοντα.
当时,他们以这种方式交战后便各自撤离,而胜利的天平已向马其顿人倾斜;在这场战斗中,希腊人战死五百余人,马其顿人战死一百三十人。
§18.17.6τῇ δʼ ὑστεραίᾳ Μένων μὲν καὶ Ἀντίφιλος οἱ τῶν Ἑλλήνων ἡγεμόνες συνεδρεύσαντες ἐβουλεύσαντο πότερον ἀναμείναντες τοὺς ἀπὸ τῶν πόλεων συμμάχους καὶ καταστάντες ἀξιόμαχοι περὶ τῶν ὅλων διακρίνωνται ἢ τῷ παρόντι καιρῷ συνείξαντες πρεσβεύωνται περὶ διαλύσεως.
次日,希腊将领梅农和安提菲卢斯召开会议,商讨是应该等待来自各城市的盟友、在具备充足战斗力后再决一雌雄,还是屈服于眼前的局势、派使者谈判求和。
ἔδοξεν οὖν ἀποστέλλειν κήρυκας περὶ τῆς τοῦ πολέμου καταλύσεως.
于是,他们决定派传令官去交涉结束战争的事宜。
§18.17.7πραξάντων δʼ αὐτῶν τὸ δόξαν ἀπεκρίθησαν οἱ περὶ τὸν Ἀντίπατρον κατὰ πόλεις πρεσβεύειν· οὐδενὶ γὰρ τρόπῳ κοινὴν σύλλυσιν ποιήσεσθαι.
在他们执行了这一决定后,安提帕特等人回答说,应该以城市为单位进行谈判;因为他们绝不达成共同的和解。
τῶν δὲ Ἑλλήνων οὐ προσδεχομένων τὰς κατὰ πόλιν διαλύσεις οἱ μὲν περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν ἐπολιόρκουν τὰς ἐπὶ Θετταλίας πόλεις καὶ κατὰ κράτος ᾕρουν, μὴ δυναμένων τῶν Ἑλλήνων βοηθεῖν.
由于希腊人不接受按城市分别和解,安提帕特和克拉特鲁斯便开始包围色萨利的城市并强行攻克,而希腊人无法提供援助。
διὸ καὶ τῶν πόλεων περιφόβων οὐσῶν καὶ κατʼ ἰδίαν ἑκάστης πρεσβευούσης περὶ διαλύσεως πάσαις συγχωρῶν τὴν εἰρήνην ἐπιεικῶς προσεφέρετο.
因此,各城市惊恐万分,纷纷单独派使者谈判求和,安提帕特对所有城市都允许了和平,并宽容地对待他们。
§18.17.8διόπερ ἐμπεσούσης ὁρμῆς εἰς τὰς πόλεις ἰδίᾳ πορίζεσθαι τὴν σωτηρίαν ταχὺ πᾶσαι τῆς εἰρήνης ἔτυχον.
因此,各城市纷纷兴起单独寻求自救的念头,很快所有城市都获得了和平。
οἱ δʼ ἀλλοτριώτατα διακείμενοι πρὸς τοὺς Μακεδόνας Αἰτωλοὶ καὶ Ἀθηναῖοι, συμμάχων ὄντες ἔρημοι, μετὰ τῶν ἰδίων στρατηγῶν ἐβουλεύοντο περὶ τοῦ πολέμου.
然而,对马其顿人怀有极深敌意的埃托利亚人和雅典人,在失去了盟友、孤立无援的情况下,与自己的将军们商讨关于战争的对策。