§18.10.1ἐλευθερῶσαι τὴν Ἑλλάδα·
(かつ)ギリシアを解放するよう(促した)。
ὁ δὲ δῆμος τῶν Ἀθηναίων, τῶν μὲν κτηματικῶν συμβουλευόντων τὴν ἡσυχίαν ἄγειν, τῶν δὲ δημοκόπων ἀνασειόντων τὰ πλήθη καὶ παρακαλούντων ἐρρωμένως ἔχεσθαι τοῦ πολέμου, πολὺ τοῖς πλήθεσιν ὑπερεῖχον οἱ τὸν πόλεμον αἱρούμενοι καὶ τὰς τροφὰς εἰωθότες ἔχειν ἐκ τοῦ μισθοφορεῖν·
アテナイの民会では、有産者たちが穏健に平穏を保つよう勧める一方で、デマゴーグたちが群衆を煽り立て、力強く戦争に従事するよう促す中で、戦争を選択し、かつ傭兵としての従軍から生計を得ることに慣れていた者たちが、数において遥かに圧倒していた。
οἷς ποτʼ ἔφησεν ὁ Φίλιππος τὸν μὲν πόλεμον εἰρήνην ὑπάρχειν, τὴν δὲ εἰρήνην πόλεμον.
かつてフィリッポスが、彼らにとっては戦争こそが平和であり、平和こそが戦争であると言った、まさにその者たちであった。
§18.10.2εὐθὺς οὖν οἱ μὲν ῥήτορες τὰς τῶν δημοτικῶν ὁρμὰς σωματοποιοῦντες ἔγραψαν ψήφισμα τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας φροντίσαι τὸν δῆμον καὶ τὰς μὲν φρουρουμένας πόλεις ἐλευθερῶσαι, ναῦς δὲ παρασκευάσαι τετρήρεις μὲν τεσσαράκοντα, τριήρεις δὲ διακοσίας, στρατεύσασθαι δὲ πάντας Ἀθηναίους τοὺς μέχρι ἐτῶν τεσσαράκοντα καὶ τρεῖς μὲν φυλὰς τὴν Ἀττικὴν παραφυλάττειν, τὰς δʼ ἑπτὰ πρὸς τὰς ὑπερορίους στρατείας ἑτοίμους εἶναι.
そこで直ちに、弁論家たちは民衆の衝動を具体化しつつ、次のような決議案を起草した。 すなわち、民衆がギリシア人の共通の自由を顧み、守備隊の置かれた諸都市を解放すること、四段櫂船40隻、三段櫂船200隻を準備すること、40歳までのすべてのアテナイ人が出征すること、そして3つの部族がアッティカを警備し、残りの7つの部族は国外への遠征に備えて準備を整えることである。
§18.10.3ἐκπέμψαι δὲ καὶ πρέσβεις τοὺς ἐπελευσομένους τὰς Ἑλληνίδας πόλεις καὶ διδάξοντας ὅτι καὶ πρότερον μὲν ὁ δῆμος, τὴν Ἑλλάδα πᾶσαν κοινὴν εἶναι πατρίδα κρίνων τῶν Ἑλλήνων, τοὺς ἐπὶ δουλείᾳ στρατευσαμένους βαρβάρους ἠμύνατο κατὰ θάλασσαν καὶ νῦν οἴεται δεῖν ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ προκινδυνεύειν.
また、ギリシアの諸都市を訪れて、かつても民衆がギリシア全土をギリシア人の共通の祖国であると判断して、奴隷化を目論んで遠征してきた野蛮人たちを海において撃退したように、今また、ギリシア人の共通の安全のために、自らの身も、資金も、船も投げ打って先頭に立って危険に立ち向かうべきであると考えていることを、説得するような使節を派遣すること(も決議された)。
§18.10.4κυρωθέντος δὲ τοῦ ψηφίσματος προχειρότερον ἢ συνέφερεν οἱ μὲν συνέσει διαφέροντες τῶν Ἑλλήνων ἔφασαν τὸν δῆμον τῶν Ἀθηναίων τὰ μὲν πρὸς εὐδοξίαν εὖ βεβουλεῦσθαι, τοῦ δὲ συμφέροντος διημαρτηκέναι·
この決議案が、国益に適う以上に軽率に可決されると、ギリシア人の中で分別に勝る者たちは、アテナイの民衆は名誉に関することについては善い決定をしたが、実利については見誤った、と言った。
προεξανίστασθαι γὰρ αὐτὸν τῶν καιρῶν καὶ πρὸς ἀνικήτους καὶ μεγάλας δυνάμεις ἐπιβάλλεσθαι διακινδυνεύειν μηδεμιᾶς ἀνάγκης κατεπειγούσης καὶ φρονήσει δοκοῦντα διαφέρειν μηδὲ ταῖς περιβοήτοις τῶν Θηβαίων συμφοραῖς νενουθετῆσθαι.
なぜなら、彼(アテナイ)は時機を逸して立ち上がり、何ら差し迫った必要もないのに、無敵かつ強大な勢力に対してあえて危険な戦いに挑もうとしており、また、思慮深さにおいて勝っていると思われているにもかかわらず、かの有名なテーバイ人たちの災厄によってさえ懲りていないからである、と。
§18.10.5οὐ μὴν ἀλλὰ τῶν πρέσβεων ἐπιπορευομένων τὰς πόλεις καὶ τῇ συνήθει τῶν λόγων δεινότητι παρορμώντων πρὸς τὸν πόλεμον αἱ πλεῖσται μὲν συνέθεντο τὴν συμμαχίαν,
とは言え、使節たちが諸都市を巡り、いつもの巧みな言論によって戦争へとかき立てる中で、大半の都市は同盟を結んだ。