Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.9.1-5.9.5

宾达斯路斯殖民失败与利帕拉的公有定居

第 331 段,共 406 段 · 希腊语

内容简介

在西西里原住民的内讧与岛屿日益荒凉之际,克尼多斯人和罗得斯人在宾达斯路斯的带领下企图殖民却遭失败,幸存者最终与埃奥洛斯的后代共同定居于利帕拉,并建立起独特的公有制与防御体系。

§5.9.1μετὰ δὲ ταῦτα οἱ μὲν Σικελοὶ τοῖς ἀρίστοις τῶν ἀνδρῶν τὰς ἡγεμονίας ἐνεχείριζον, οἱ δὲ Σικανοὶ περὶ τῆς δυναστείας διαφερόμενοι πρὸς ἀλλήλους ἐπολέμουν ἐπὶ πολλοὺς χρόνους.
此后,西克尔人将统治权交给了他们中最优秀的人,而西坎人则为了争夺最高统治权而相互争斗,战争持续了很长时间。
μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσιν ὕστερον, πάλιν τῶν νήσων ἐξερημουμένων ἀεὶ καὶ μᾶλλον, Κνίδιοί τινες καὶ Ῥόδιοι δυσαρεστήσαντες τῇ βαρύτητι τῶν κατὰ τὴν Ἀσίαν βασιλέων ἔγνωσαν ἀποικίαν ἐκπέμπειν.
此后过了许多年,在这些岛屿再次变得越来越荒凉之际,一些克尼多斯人和罗得斯人因不满亚洲国王们的暴政,决定派遣殖民者出国。
§5.9.2διόπερ προστησάμενοι σφῶν αὐτῶν ἡγεμόνα Πένταθλον τὸν Κνίδιον, ὃς ἦν ἀναφέρων τὸ γένος εἰς Ἱππότην τὸν ἀφʼ Ἡρακλέους γεγονότα, κατὰ τὴν ὀλυμπιάδα τὴν πεντηκοστήν, ἣν ἐνίκα στάδιον Ἐπιτελίδας Λάκων, οἱ δʼ οὖν περὶ τὸν Πένταθλον πλεύσαντες τῆς Σικελίας εἰς τοὺς κατὰ τὸ Λιλύβαιον τόπους κατέλαβον Ἐγεσταίους καὶ Σελινουντίους διαπολεμοῦντας πρὸς ἀλλήλους.
因此,他们推举克尼多斯人宾达斯路斯为他们的领袖,此人可将家系追溯到赫拉克勒斯的后代希波忒斯。 在第五十届奥林匹亚竞技会期间——当时拉栖代梦人埃皮特里达斯赢得了短跑比赛——宾达斯路斯一行人航行到西西里岛利利巴翁附近的地区,发现埃杰斯塔人和塞利努斯人正在互相交战。
§5.9.3πεισθέντες δὲ τοῖς Σελινουντίοις συμμαχεῖν πολλοὺς ἀπέβαλον κατὰ τὴν μάχην, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Πένταθλος.
他们被说服与塞利努斯人结盟,并在战斗中损失了许多人,其中也包括宾达斯路斯本人。
διόπερ οἱ περιλειφθέντες, ἐπειδὴ κατεπολεμήθησαν οἱ Σελινούντιοι, διέγνωσαν ἀπιέναι πάλιν ἐπʼ οἴκου· ἑλόμενοι δʼ ἡγεμόνας τοὺς οἰκείους τοῦ Πεντάθλου Γόργον καὶ Θέστορα καὶ Ἐπιθερσίδην, ἀπέπλεον διὰ τοῦ Τυρρηνικοῦ πελάγους.
因此,在塞利努斯人被打败后,幸存者们决定返回家乡;他们推选宾达斯路斯的亲属戈尔戈斯、提斯托尔和埃皮塞尔西德斯为领袖,乘船穿过第勒尼安海启程回国。
§5.9.4προσπλευσάντων δʼ αὐτῶν τῇ Λιπάρᾳ καὶ φιλόφρονος ἀποδοχῆς τυχόντων, ἐπείσθησαν κοινῇ μετὰ τῶν ἐγχωρίων κατοικῆσαι τὴν Λιπάραν, ὄντων τῶν ἀπʼ Αἰόλου περιλελειμμένων ὡς πεντακοσίων.
当他们驶抵利帕拉并受到友好的接待时,他们被说服与当地居民共同居住在利帕拉,当时埃奥洛斯的后裔大约还剩五百人。
ὕστερον δὲ τῶν Τυρρηνῶν λῃστευόντων τὰ κατὰ θάλατταν πολεμούμενοι κατεσκευάσαντο ναυτικόν, καὶ διελόμενοι σφᾶς αὐτοὺς οἱ μὲν ἐγεώργουν τὰς νήσους κοινὰς ποιήσαντες, οἱ δὲ πρὸς τοὺς λῃστὰς ἀντετάττοντο· καὶ τὰς οὐσίας δὲ κοινὰς ποιησάμενοι καὶ ζῶντες κατὰ συσσίτια, διετέλεσαν ἐπί τινας χρόνους κοινωνικῶς βιοῦντες.
后来,由于第勒尼安人在海上进行海盗活动,他们在战争中受到威胁,于是装备了舰队,并将他们自己进行分工,一部分人将岛屿作为共同财产进行耕作,另一部分人则去对抗海盗;他们还把财产收归共有,并过着集体食堂的生活,在一段时间内一直过着这种集体社会的生活。
§5.9.5ὕστερον δὲ τὴν μὲν Λιπάραν, καθʼ ἣν καὶ ἡ πόλις ἦν, διενείμαντο, τὰς δʼ ἄλλας ἐγεώργουν κοινῇ.
后来,他们分配了城市所在的利帕拉岛,但共同耕作其余的岛屿。
τὸ δὲ τελευταῖον πάσας τὰς νήσους εἰς εἴκοσι ἔτη διελόμενοι πάλιν κληρουχοῦσιν, ὅταν ὁ χρόνος οὗτος διέλθῃ.
最后,他们以二十年为期分配所有的岛屿,每当这段时间届满,就重新通过抽签进行分配。
μετὰ δὲ ταῦτα πολλαῖς ναυμαχίαις ἐνίκησαν τοὺς Τυρρηνούς, καὶ ἀπὸ τῶν λαφύρων πλεονάκις ἀξιολόγους δεκάτας ἀνέθεσαν εἰς Δελφούς.
此后,他们在多次海战中击败了第勒尼安人,并经常从战利品中向德尔斐奉献瞩目的十分之一贡物。

词汇与语法注释

  1. 5.9.2οἱ δʼ οὖν περὶ τὸν Πένταθλον — 句子以分词 `προστησάμενοι`(或 `προστησάμενος`)开始,但在关系从句和时间短语的长期中断后,主语通过 `οἱ δʼ οὖν...`(宾达斯路斯及其伙伴)重新引入,并与主句动词 `κατέλαβον` 相连,构成破格(anacoluthon)句式。
  2. 5.9.4ὄντων τῶν ἀπʼ Αἰόλου περιλελειμμένων ὡς πεντακοσίων — 这是一个属格独立结构,起着类似于同位语的作用,用以解释前文的 `τῶν ἐγχωρίων`(当地人)。属格主语是 `τῶν ἀπʼ Αἰόλου περιλελειμμένων`,表语是 `ὡς πεντακοσίων`(约五百人)。
  3. 5.9.5εἰς εἴκοσι ἔτη — 介词 `εἰς` 搭配宾格表示时间跨度或分配维持的期限,在此意为“以二十年为期”或“每二十年”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.9.1-5.9.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.9.1-5.9.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。