Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.8.1-5.8.3

埃奥洛斯的诸子对西西里与意大利的统治

第 330 段,共 406 段 · 希腊语

内容简介

本节记述了埃奥洛斯的六个儿子分别统治西西里和意大利的各个地区,因继承其父的虔诚与自身的温和而获得当地居民的自愿服从,以及他们的王朝在繁荣数代后最终消亡的历史。

§5.8.1τοῦ δʼ Αἰόλου υἱοὺς γενέσθαι τὸν ἀριθμὸν ἕξ, Ἀστύοχον καὶ Ξοῦθον καὶ Ἀνδροκλέα, πρὸς δὲ τούτοις Φεραίμονα καὶ Ἰόκαστον καὶ Ἀγάθυρνον·
据说埃奥洛斯共生有六个儿子,分别是阿斯蒂奥科斯、克苏托斯、安德罗克莱斯,此外还有费赖蒙、约卡斯托斯和阿加特尔诺斯。
πάντας δὲ τούτους διά τε τὴν τοῦ πατρὸς δόξαν καὶ διὰ τὰς ἀρετὰς ἀποδοχῆς μεγάλης τυχεῖν·
所有这些人,因其父亲的名望和他们自身的德行,都深受人们的爱戴。
τούτων δʼ Ἰόκαστος μὲν τῆς Ἰταλίας ἀντεχόμενος ἐβασίλευσε τῆς παραλίας μέχρι τῶν κατὰ τὸ Ῥήγιον τόπων, Φεραίμων δὲ καὶ Ἀνδροκλῆς ἐδυνάστευσαν τῆς Σικελίας ἀπὸ πορθμοῦ μέχρι τῶν κατὰ τὸ Λιλύβαιον τόπων.
其中,约卡斯托斯依托意大利,统治了直抵雷吉翁周边地区的沿海地带;而费赖蒙和安德罗克莱斯则统治了从海峡直到利利巴翁周边地区的西西里岛。
ταύτης δὲ τῆς χώρας τὰ μὲν πρὸς ἕω κεκλιμένα μέρη κατῴκουν Σικελοί, τὰ δὲ πρὸς δυσμὰς Σικανοί.
在这片土地上,偏向东部的地区由西克尔人居住,偏向西部的地区则由西坎人居住。
§5.8.2ταῦτα δὲ τὰ ἔθνη πρὸς ἄλληλα διεφέροντο, τοῖς δʼ Αἰόλου παισὶ τοῖς προειρημένοις ἑκουσίως ὑπήκουον διά τε τὴν τοῦ πατρὸς Αἰόλου διαβεβοημένην εὐσέβειαν καὶ διὰ τὴν αὐτῶν ἐκείνων ἐπιείκειαν.
这些部族之间虽然互有纷争,但由于他们父亲埃奥洛斯那闻名遐迩的虔诚以及这些儿子们自身的温和,他们自愿服从前述埃奥洛斯的儿子们。
ἐβασίλευσε δὲ καὶ Ξοῦθος τῆς περὶ τοὺς Λεοντίνους χώρας, ἥτις ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν χρόνου Ξουθία προσαγορεύεται.
克苏托斯也统治了莱翁蒂尼周边的地区,该地区因他之名直到今天仍被称为克苏蒂亚。
Ἀγάθυρνος δὲ βασιλεύσας τῆς νῦν ὀνομαζομένης Ἀγαθυρνίτιδος χώρας ἔκτισε πόλιν τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Ἀγάθυρνον.
阿加特尔诺斯在统治了如今被称为阿加特尔尼蒂斯的地区后,建立了一座以自己的名字命名的城市阿加特尔诺斯。
Ἀστύοχος δὲ τῆς Λιπάρας ἔσχε τὴν ἡγεμονίαν.
阿斯蒂奥科斯则掌握了利帕拉的统治权。
§5.8.3πάντες δʼ οὗτοι μιμησάμενοι τὴν τοῦ πατρὸς εὐσέβειάν τε καὶ δικαιοσύνην μεγάλης ἐτύγχανον ἀποδοχῆς.
所有这些人都效法他们父亲的虔诚与正义,因而获得了极大的拥戴。
ἐπὶ πολλὰς δὲ γενεὰς τῶν ἐκγόνων διαδεχομένων τὰς δυναστείας, τὸ τελευταῖον οἱ ἀπʼ Αἰόλου γεγονότες βασιλεῖς κατὰ τὴν Σικελίαν διελύθησαν.
在子孙后代承袭其统治权达许多代之后,最终,在西西里岛上,源自埃奥洛斯的国王们消亡了。

词汇与语法注释

  1. 5.8.1τοῦ δʼ Αἰόλου υἱοὺς γενέσθαι — 不定式 γενέσθαι 以及随后的 τυχεῖν 是间接引语中的“带对格的不定式”(AcI)结构,承接前章中暗含的陈述动词(如 φασί 或 λέγουσι),表示传闻。
  2. 5.8.1ἀντεχόμενος — 中动语态分词 ἀντεχόμενος 支配属格 τῆς Ἰταλίας,意为“紧抓、依托”。在此处指约卡斯托斯在地理上依托或邻近意大利本土一侧建立起他的统治。
  3. 5.8.3τῶν ἐκγόνων διαδεχομένων τὰς δυναστείας — 由属格名词 τῶν ἐκγόνων 和属格分词 διαδεχομένων 构成的属格独立分词结构。它起副词性修饰作用,表示在主句动作发生前的较长历史时期内(“在子孙后代承袭其统治权期间”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.8.1-5.8.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.8.1-5.8.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。