§5.10.1λείπεται δʼ ἡμῖν περὶ τῆς τῶν Λιπαραίων πόλεως τὰς αἰτίας ἀποδοῦναι, διʼ ἃς ἐν τοῖς ὕστερον χρόνοις ἔλαβεν αὔξησιν οὐ μόνον πρὸς εὐδαιμονίαν, ἀλλὰ καὶ πρὸς δόξαν.
对于里帕拉人的城市,我们剩下需要说明的是,其在后来的时代中不仅在繁荣上而且在名望上都获得发展的缘由。
αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις· οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατʼ αὐτὴν λουτρὰ πολλὰ συμβάλλεται, ἀλλὰ καὶ κατὰ τὴν τῶν θερμῶν ὑδάτων ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ τὴν τυχοῦσαν.
因为这座城市得天独厚,拥有美丽的港口和闻名遐迩的温泉;那里的浴场不仅对病人的健康大有裨益,而且由于温泉的独特属性,还提供了非同寻常的欢愉与享受。
διόπερ πολλοὶ τῶν κατὰ τὴν Σικελίαν ὑπὸ νόσων ἰδιοτρόπων ἐνοχλούμενοι καταντῶσιν εἰς αὐτήν, καὶ τοῖς λουτροῖς χρώμενοι παραδόξως ὑγιεῖς καθίστανται.
因此,西西里各地许多饱受奇异疾病折磨的人都来到这里,通过使用这些温泉而奇迹般地恢复了健康。
§5.10.2ἔχει δʼ ἡ νῆσος αὕτη τὰ διαβεβοημένα μέταλλα τῆς στυπτηρίας, ἐξ ἧς λαμβάνουσιν οἱ Λιπαραῖοι καὶ Ῥωμαῖοι μεγάλας προσόδους.
此外,这座岛屿还拥有著名的明矾矿,里帕拉人和罗马人从中获得了巨大的收入。
οὐδαμοῦ γὰρ τῆς οἰκουμένης στυπτηρίας γινομένης καὶ πολλὴν χρείαν παρεχομένης, εἰκότως μονοπώλιον ἔχοντες καὶ τὰς τιμὰς ἀναβιβάζοντες πλῆθος χρημάτων λαμβάνουσιν ἄπιστον· ἐν μόνῃ γὰρ τῇ νήσῳ Μήλῳ φύεται μικρά τις στυπτηρία, μὴ δυναμένη διαρκεῖν πολλαῖς πόλεσιν.
因为在人类居住的世界中,其他任何地方都不产明矾,而明矾又有着极大的用途,因此他们自然而然地垄断了市场,并通过提高价格获取了令人难以置信的巨额财富;事实上,唯独在梅洛斯岛上产出少量的明矾,但根本无法满足众多城市的需求。
§5.10.3ἔστι δὲ καὶ ἡ νῆσος τῶν Λιπαραίων μικρὰ μὲν τὸ μέγεθος, καρποφόρος δὲ ἱκανῶς καὶ τὰ πρὸς ἀνθρώπων τρυφὴν ἔχουσα διαφερόντως·
里帕拉人的岛屿虽然面积狭小,但土地相当肥沃,且特别丰富地拥有可供人类奢华享受之物。
καὶ γὰρ ἰχθύων παντοδαπῶν παρέχεται πλῆθος τοῖς κατοικοῦσι καὶ τῶν ἀκροδρύων τὰ μάλιστα δυνάμενα παρέχεσθαι τὴν ἐκ τῆς ἀπολαύσεως ἡδονήν.
因为这里不仅为居民提供了大量各种各样的鱼类,而且还提供了果树上那些最能让人享受到愉悦的水果。
καὶ περὶ μὲν Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰόλου νήσων καλουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
关于里帕拉以及被称为埃奥洛斯群岛的其他岛屿,我们对已讲述的内容就感到满足了。