§5.9.1μετὰ δὲ ταῦτα οἱ μὲν Σικελοὶ τοῖς ἀρίστοις τῶν ἀνδρῶν τὰς ἡγεμονίας ἐνεχείριζον, οἱ δὲ Σικανοὶ περὶ τῆς δυναστείας διαφερόμενοι πρὸς ἀλλήλους ἐπολέμουν ἐπὶ πολλοὺς χρόνους.
その後、シケロイ人は最も優れた人々に支配権を委ねたが、シカノイ人は支配権をめぐって互いに反目し合い、長い間戦争を続けた。
μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσιν ὕστερον, πάλιν τῶν νήσων ἐξερημουμένων ἀεὶ καὶ μᾶλλον, Κνίδιοί τινες καὶ Ῥόδιοι δυσαρεστήσαντες τῇ βαρύτητι τῶν κατὰ τὴν Ἀσίαν βασιλέων ἔγνωσαν ἀποικίαν ἐκπέμπειν.
そののち何年も経ってから、島々が再びますます荒廃していく中で、アジアの王たちの圧政に不満を抱いた一部のクニドス人とロドス人が、植民地を派遣することを決意した。
§5.9.2διόπερ προστησάμενοι σφῶν αὐτῶν ἡγεμόνα Πένταθλον τὸν Κνίδιον, ὃς ἦν ἀναφέρων τὸ γένος εἰς Ἱππότην τὸν ἀφʼ Ἡρακλέους γεγονότα, κατὰ τὴν ὀλυμπιάδα τὴν πεντηκοστήν, ἣν ἐνίκα στάδιον Ἐπιτελίδας Λάκων, οἱ δʼ οὖν περὶ τὸν Πένταθλον πλεύσαντες τῆς Σικελίας εἰς τοὺς κατὰ τὸ Λιλύβαιον τόπους κατέλαβον Ἐγεσταίους καὶ Σελινουντίους διαπολεμοῦντας πρὸς ἀλλήλους.
それゆえ彼らは、ヘラクレスの末裔であるヒッポテスにその血統を遡るクニドス人ペンタスロスを自らの指導者として推戴し、ラケダイモン人エピテリダスがスタディオン競走で優勝した第五十回オリンピア紀に、ペンタスロスの一行は航海して、シケリアのリリュバイオン周辺の地域に到着し、エゲスタ人とセリヌス人が互いに戦争しているのを見出した。
§5.9.3πεισθέντες δὲ τοῖς Σελινουντίοις συμμαχεῖν πολλοὺς ἀπέβαλον κατὰ τὴν μάχην, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Πένταθλος.
彼らはセリヌス人に加勢することに同意したものの、戦闘で多くの人々を失い、その中にはペンタスロス自身も含まれていた。
διόπερ οἱ περιλειφθέντες, ἐπειδὴ κατεπολεμήθησαν οἱ Σελινούντιοι, διέγνωσαν ἀπιέναι πάλιν ἐπʼ οἴκου·
それゆえ、生き残った者たちは、セリヌス人が敗北したため、再び故郷へ帰ることを決意した。
ἑλόμενοι δʼ ἡγεμόνας τοὺς οἰκείους τοῦ Πεντάθλου Γόργον καὶ Θέστορα καὶ Ἐπιθερσίδην, ἀπέπλεον διὰ τοῦ Τυρρηνικοῦ πελάγους.
そして彼らは、ペンタスロスの親族であるゴルゴス、テストル、エピテルシデスを指導者に選び、ティレニア海を通って出航した。
§5.9.4προσπλευσάντων δʼ αὐτῶν τῇ Λιπάρᾳ καὶ φιλόφρονος ἀποδοχῆς τυχόντων, ἐπείσθησαν κοινῇ μετὰ τῶν ἐγχωρίων κατοικῆσαι τὴν Λιπάραν, ὄντων τῶν ἀπʼ Αἰόλου περιλελειμμένων ὡς πεντακοσίων.
彼らがリパラに寄港し、温かい歓迎を受けると、アイオロスの子孫の生き残りが五百人ほどいた現地の人々とともに、共同でリパラに入植することに同意した。
ὕστερον δὲ τῶν Τυρρηνῶν λῃστευόντων τὰ κατὰ θάλατταν πολεμούμενοι κατεσκευάσαντο ναυτικόν, καὶ διελόμενοι σφᾶς αὐτοὺς οἱ μὲν ἐγεώργουν τὰς νήσους κοινὰς ποιήσαντες, οἱ δὲ πρὸς τοὺς λῃστὰς ἀντετάττοντο·
その後、ティレニア人が海上で海賊行為を働いていたため、彼らは攻撃を受けつつも艦隊を整備し、自らを分割して、ある人々は島々を共有財産として耕作し、他の人々は海賊に対抗した。
καὶ τὰς οὐσίας δὲ κοινὰς ποιησάμενοι καὶ ζῶντες κατὰ συσσίτια, διετέλεσαν ἐπί τινας χρόνους κοινωνικῶς βιοῦντες.
また、財産をも共有とし、共同食事によって生活しながら、彼らはしばらくの間、共同社会的な生活を送り続けた。
§5.9.5ὕστερον δὲ τὴν μὲν Λιπάραν, καθʼ ἣν καὶ ἡ πόλις ἦν, διενείμαντο, τὰς δʼ ἄλλας ἐγεώργουν κοινῇ.
しかし後には、彼らは都市のあったリパラ島を分配し、他の島々を共同で耕作した。
τὸ δὲ τελευταῖον πάσας τὰς νήσους εἰς εἴκοσι ἔτη διελόμενοι πάλιν κληρουχοῦσιν, ὅταν ὁ χρόνος οὗτος διέλθῃ.
そして最後には、すべての島々を二十年ごとに分配し、この期間が過ぎると再びくじ引きで配分し直すことにした。
μετὰ δὲ ταῦτα πολλαῖς ναυμαχίαις ἐνίκησαν τοὺς Τυρρηνούς, καὶ ἀπὸ τῶν λαφύρων πλεονάκις ἀξιολόγους δεκάτας ἀνέθεσαν εἰς Δελφούς.
その後、彼らは多くの海戦でティレニア人を破り、戦利品からしばしば見事な十分の一税の捧げ物をデルポイに奉納した。