§5.84.1ἐπεὶ δὲ περὶ τῶν ἀξιολογωτάτων νήσων διήλθομεν, περὶ τῶν ἐλαττόνων ἀναγράψομεν.
在论述完最值得瞩目的岛屿之后,我们将对较小的岛屿进行记载。
τῶν γὰρ Κυκλάδων νήσων τὸ παλαιὸν ἐρήμων οὐσῶν Μίνως ὁ Διὸς καὶ Εὐρώπης, βασιλεύων τῆς Κρήτης καὶ μεγάλας δυνάμεις ἔχων πεζάς τε καὶ ναυτικάς, ἐθαλαττοκράτει καὶ πολλὰς ἀποικίας ἐξαπέστειλεν ἐκ τῆς Κρήτης, τῶν δὲ Κυκλάδων νήσων τὰς πλείους κατῴκισε καὶ τοῖς λαοῖς κατεκληρούχησεν, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας τῆς παραθαλαττίου κατέσχε.
因为在古代,当基克拉泽斯群岛还是无人居住之时,宙斯和欧罗巴之子弥诺斯统治着克里特,并拥有强大的陆海军力量,他掌握了制海权,并从克里特派遣了许多殖民地;他使基克拉泽斯群岛的大部分地区有人定居,并将土地分配给部众,还占领了沿海亚洲的不少土地。
§5.84.2διόπερ ἐν ταῖς νήσοις ἅμα καὶ κατὰ τὴν Ἀσίαν τὰς ἐπωνυμίας ἔχουσι Κρητῶν λιμένες καὶ Μινῷαι καλούμεναι.
因此,在这些岛屿和亚洲沿岸,既有被称为“克里特人之港”的港口,也有被称为“弥诺阿”的地方。
ὁ δὲ Μίνως ἐπὶ πολὺ τῇ δυναστείᾳ προκόπτων, καὶ τὸν ἀδελφὸν Ῥαδάμανθυν ἔχων πάρεδρον τῇ βασιλείᾳ, τούτῳ μὲν ἐφθόνησεν ἐπὶ δικαιοσύνῃ θαυμαζομένῳ, βουλόμενος δʼ αὐτὸν ἐκποδὼν ποιήσασθαι εἰς τὰς ἐσχατιὰς τῆς ὑπʼ αὐτὸν τεταγμένης χώρας ἐξέπεμψεν.
而弥诺斯极大地扩张了自己的势力,并让他的兄弟拉达曼迪斯作为王国的协理,但因其公正而深受赞美而嫉妒他,因急于将他排除,便将他派遣到自己统治下领土的最边远地区。
§5.84.3ὁ δὲ Ῥαδάμανθυς διατρίβων εἰς τὰς νήσους τὰς κατʼ ἀντικρὺ τῆς Ἰωνίας καὶ Καρίας κειμένας Ἔρυθρον μὲν κτίστην ἐποίησε τῆς ἐπωνύμου πόλεως κατὰ τὴν Ἀσίαν, Οἰνοπίωνα δὲ τὸν Ἀριάδνης τῆς Μίνω υἱὸν κύριον τῆς Χίου κατέστησε.
拉达曼迪斯在位于爱奥尼亚和卡里亚对面的岛屿逗留期间,让埃律特罗斯成为了亚洲那座同名城市的创建者,并任命弥诺斯的女儿阿里阿德涅之子俄诺皮翁为希奥斯岛的主人。
§5.84.4ταῦτα μὲν οὖν ἐπράχθη πρὸ τῶν Τρωικῶν· μετὰ δὲ τὴν Τροίας ἅλωσιν Κᾶρες αὐξηθέντες ἐπὶ πλέον ἐθαλαττοκράτησαν, καὶ τῶν Κυκλάδων νήσων κρατήσαντες τινὰς μὲν ἰδίᾳ κατέσχον καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας Κρῆτας ἐξέβαλον, τινὰς δὲ κοινῇ μετὰ τῶν προενοικούντων Κρητῶν κατῴκησαν.
这些事便是在特洛伊战争之前发生的;但在特洛伊沦陷之后,卡里亚人势力增强并掌握了制海权,控制了基克拉泽斯群岛,他们独自占领了其中一些岛屿并将居住在其中的克里特人驱逐,而另一些岛屿则与原先居住的克里特人共同居住。
ὕστερον δὲ τῶν Ἑλλήνων αὐξηθέντων συνέβη τὰς πλείους τῶν Κυκλάδων νήσων οἰκισθῆναι καὶ τοὺς βαρβάρους Κᾶρας ἐξ αὐτῶν ἐκπεσεῖν· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
后来,随着希腊人势力壮大,基克拉泽斯群岛的大部分地区得以定居,而野蛮人卡里亚人则从中被驱逐出去;关于这些事,我们将在相应的时代进行详细记载。