§5.84.1ἐπεὶ δὲ περὶ τῶν ἀξιολογωτάτων νήσων διήλθομεν, περὶ τῶν ἐλαττόνων ἀναγράψομεν.
最も注目すべき島々について論じ終えたので、これからはより小さな島々について記述することにしよう。
τῶν γὰρ Κυκλάδων νήσων τὸ παλαιὸν ἐρήμων οὐσῶν Μίνως ὁ Διὸς καὶ Εὐρώπης, βασιλεύων τῆς Κρήτης καὶ μεγάλας δυνάμεις ἔχων πεζάς τε καὶ ναυτικάς, ἐθαλαττοκράτει καὶ πολλὰς ἀποικίας ἐξαπέστειλεν ἐκ τῆς Κρήτης, τῶν δὲ Κυκλάδων νήσων τὰς πλείους κατῴκισε καὶ τοῖς λαοῖς κατεκληρούχησεν, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας τῆς παραθαλαττίου κατέσχε.
というのも、古くはククラデス諸島が無人であった頃、ゼウスとエウロペの息子であり、クレタを支配して陸海ともに強大な軍事力を有していたミノスが制海権を握り、クレタから多くの植民地を送り出したからである。 彼はククラデス諸島の大部分に入植させて人々(民)に土地を配分し、アジアの沿岸地方の少なからぬ土地も領有した。
§5.84.2διόπερ ἐν ταῖς νήσοις ἅμα καὶ κατὰ τὴν Ἀσίαν τὰς ἐπωνυμίας ἔχουσι Κρητῶν λιμένες καὶ Μινῷαι καλούμεναι.
それゆえ、これらの島々とアジアの双方において、「クレタ人の港」という名を持つ港や、「ミノア」と呼ばれる場所が存在するのである。
ὁ δὲ Μίνως ἐπὶ πολὺ τῇ δυναστείᾳ προκόπτων, καὶ τὸν ἀδελφὸν Ῥαδάμανθυν ἔχων πάρεδρον τῇ βασιλείᾳ, τούτῳ μὲν ἐφθόνησεν ἐπὶ δικαιοσύνῃ θαυμαζομένῳ, βουλόμενος δʼ αὐτὸν ἐκποδὼν ποιήσασθαι εἰς τὰς ἐσχατιὰς τῆς ὑπʼ αὐτὸν τεταγμένης χώρας ἐξέπεμψεν.
さてミノスは、その権力を大いに増大させ、兄弟のラダマンテュスを王国の参与としていたが、彼がその正義によって賛美されているのを妬み、彼を遠ざけようと望んで、自らの支配下にある領土の最果ての地へと派遣した。
§5.84.3ὁ δὲ Ῥαδάμανθυς διατρίβων εἰς τὰς νήσους τὰς κατʼ ἀντικρὺ τῆς Ἰωνίας καὶ Καρίας κειμένας Ἔρυθρον μὲν κτίστην ἐποίησε τῆς ἐπωνύμου πόλεως κατὰ τὴν Ἀσίαν, Οἰνοπίωνα δὲ τὸν Ἀριάδνης τῆς Μίνω υἱὸν κύριον τῆς Χίου κατέστησε.
ラダマンテュスは、イオニアとカリアの対岸に位置する島々に滞在しながら、アジアにある自身の名にちなむ都市の創建者としてエリュトロスを任命し、ミノスの娘アリアドネの息子であるオイノピオンをキオス島の支配者に据えた。
§5.84.4ταῦτα μὲν οὖν ἐπράχθη πρὸ τῶν Τρωικῶν·
さて、これらの出来事はトロイア戦争以前に行われた。
μετὰ δὲ τὴν Τροίας ἅλωσιν Κᾶρες αὐξηθέντες ἐπὶ πλέον ἐθαλαττοκράτησαν, καὶ τῶν Κυκλάδων νήσων κρατήσαντες τινὰς μὲν ἰδίᾳ κατέσχον καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας Κρῆτας ἐξέβαλον, τινὰς δὲ κοινῇ μετὰ τῶν προενοικούντων Κρητῶν κατῴκησαν.
しかし、トロイアの陥落ののち、カリア人たちが勢力を増して制海権を握るようになり、ククラデス諸島を支配して、いくつかの島を自分たちのものとして占領し、そこに住んでいたクレタ人を追い出したが、いくつかの島には先住のクレタ人たちと共同で入植した。
ὕστερον δὲ τῶν Ἑλλήνων αὐξηθέντων συνέβη τὰς πλείους τῶν Κυκλάδων νήσων οἰκισθῆναι καὶ τοὺς βαρβάρους Κᾶρας ἐξ αὐτῶν ἐκπεσεῖν·
そののち、ギリシア人たちが勢力を増すと、ククラデス諸島の大部分に入植が行われ、野蛮人であるカリア人たちはそこから追放されることとなった。
περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
これらについては、しかるべき時代において、個別に記述することにしよう。